Textus Originalis
290 DIODOR. XIV 70—72.
τῆς ἐλευϑερίας ἐγένετο προδότης, καὶ τότε Φαρακίδας ἐνέστη ταῖς ὁρμαῖς τῶν Συρακοσίων. ὁ δὲ Διονύσιος τότε μὲν ἐγένετο περίφοβος καὶ διέλυσε τὴν ἐκκλησίαν, μετὰ δὲ ταῦτα φιλανϑρώποις λόγοις χρησάμενος καϑωμίλει τὰ πλήϑη, καὶ τινὰς μὲν δωρεαῖς ἐτίμα, τινὰς δ᾽ ἐπὶ τὰ συσσίτια παρελάμβανε. Καρχηδονίοις δὲ μετὰ τὴν κατάληψιν τοῦ προαστείου καὶ τὴν σύλησιν τοῦ τῆς Δήμητρος καὶ Κόρης ἱεροῦ ἐνέπεσεν εἰς τὸ στράτευμα νόσος· συνεπέλαβε δὲ καὶ τῇ τοῦ δαιμονίου συμφορᾷ τὸ μυριάδας εἰς ταὐτὸ συναϑροισϑῆναι καὶ τὸ τῆς ὥρας εἶναι πρὸς τὰς νόσους ἐνεργότατον, ἔτι δὲ τὸ ἔχειν ἐκεῖνο τὸ ϑέρος καύματα παρηλλαγμένα. ἔοικε δὲ καὶ ὁ τόπος αἴτιος γεγονέναι πρὸς τὴν ὑπερβολὴν τῆς συμφορᾶς· καὶ γὰρ Ἀϑηναῖοι πρότερον τὴν αὐτὴν ἔχοντες παρεμβολὴν πολλοὶ διεφϑάρησαν ὑπὸ τῆς νόσου, ἑλώδους ὄντος τοῦ τόπου καὶ κοίλου. πρῶτον μὲν πρὶν ἥλιον ἀνατεῖλαι διὰ τὴν ψυχρότητα τὴν ἐκ τῆς αὔρας τῶν ὑδάτων φρίκη κατεῖχε τὰ σώματα· κατὰ δὲ τὴν μεσημβρίαν [ἡ] ϑερμότης ἔπνιγεν, ὡς ἂν τοσούτου πλήϑους ἐν στενῷ τόπῳ συνηϑροισμένου. ἥψατο μὲν οὖν ἡ νόσος πρῶτον τῶν Λιβύων, ἐξ ὧν πολλῶν ἀποϑνησκόντων τὸ μὲν πρῶτον ἔϑαπτον τοὺς τετελευτηκότας, μετὰ δὲ ταῦτα διά τε τὸ πλῆϑος τῶν νεκρῶν καὶ διὰ τὸ τοὺς
Note a pie di pagina
1 5 τῷ πλήϑει o, corr. Reiske
2 8 κατάλυσιν o, corr. Wess.
3 11 τῇ] ἀπὸ vel παρὰ add. Reiske συμφορᾷ] τιμωρίᾳ Wurm τὸ add. Eich.
4 19 μὲν] γὰρ add. Dind.
5 21 ἡ om. P