Textus Originalis
30 DIODOR. XIII 17—19.
κατεδίωκον τὰς ναῦς ἐπὶ τὴν γῆν: τῶν δὲ ᾿Αϑηναίων ὅσοι μὴ μετέωροι διεφϑάρησαν, ἐπεὶ πρὸς τὰ βράχη προσηνέχϑησαν, ἐκπηδῶντες ἐκ τῶν νεῶν εἰς τὸ πεζὸν στρατόπεδον ἔφευγον. ὁ δὲ λιμὴν πλήρης ἦν ὅπλων τε καὶ ναυαγίων, ὡς ἂν ᾿Αττικῶν μὲν νεῶν ἀπολομένων ἑξήκοντα, παρὰ δὲ τῶν Συρακοσίων ὀκτὼ μὲν τελέως διεφϑαρμένων, ἑκκαίδεκα δὲ συντετριμμένων. οἱ δὲ Συρακόσιοι τῶν τε τριήρων ὅσας δυνατὸν ἦν εἷλκον ἐπὶ τὴν γῆν, καὶ τοὺς τετελευτηκότας πολίτας τε καὶ συμμάχους ἀνελόμενοι δημοσίας ταφῆς ἠξίωσαν. 18 Οἱ δ᾽ ᾿Αϑηναῖοι συνδραμόντες ἐπὶ τὰς τῶν ἡγεμόνων σκηνὰς ἐδέοντο τῶν στρατηγῶν μὴ τῶν νεῶν, ἀλλὰ τῆς ἑαυτῶν φροντίζειν σωτηρίας. Δημοσϑένης μὲν οὖν ἔφη δεῖν, λελυμένου τοῦ ζεύγματος, κατὰ τάχος πληροῦν τὰς τριήρεις, καὶ ἀπροσδοκήτως ἐπιϑεμένους ἐπηγγέλλετο ῥᾳδίως κρατήσειν τῆς ἐπιβολῆς: Νικίας δὲ συνεβούλευε καταλιπόντας τὰς ναῦς διὰ τῆς μεσογείου [χώρας] πρὸς τὰς συμμαχίδας πόλεις ἀναχωρεῖν. πάντες ὁμογνώμονες γενόμενοι τῶν νεῶν τινὰς ἐνέπρησαν καὶ τὰ πρὸς τὴν ἀπαλλαγὴν παρεσκευάζοντο. φανεροῦ δ᾽ ὄντος ὅτι τῆς νυκτὸς ἀναξεύξουσιν, ῾Ερμοκράτης συνεβούλευε τοῖς Συρακοσίοις ἐξάγειν τῆς νυκτὸς ἅπαν τὸ στρατόπεδον καὶ τὰς ὁδοὺς ἁπάσας προκαταλαβέσϑαι. οὐ πειϑομένων δὲ τῶν στρατηγῶν διὰ τὸ
Note a pie di pagina
1 1 ἐδίωκον f
2 3 νεῶν] ἀπολομένων add. O (ex v. 6), del. Dind.
3 4 ἔφυγον PFJ
4 7 ἑκκαίδεκα PAF
5 13 στρατηγῶν Dind., στρατιωτῶν O
6 15 δεῖν om. A
7 17 ἐπιϑεμένοις PFK
8 19 χώρας delevi