Textus Originalis

Ol. 96, 1 : 396 a. Chr. 291

Ol. 96, 1 : 396 a. Chr. 291

νοσοκομοῦντας ὑπὸ τῆς νόσου διαρπάζεσϑαι, οὐδεὶς ἐτόλμα προσιέναι τοῖς κάμνουσιν. παραιρεϑείσης οὖν καὶ τῆς ϑεραπείας ἀβοήϑητος ἦν ἡ συμφορά. διὰ γὰρ τὴν τῶν ἀϑάπτων δυσωδίαν καὶ τὴν ἀπὸ τῶν ἑλῶν σηπεδόνα πρῶτον μὲν ἤρχετο τῆς νόσου κατάρρους, μετὰ δὲ ταῦτ᾽ ἐγίνετο περὶ τὸν τράχηλον οἰδήματα· ἐκ δὲ τοῦ κατ᾽ ὀλίγον ἠκολούϑουν πυρετοὶ καὶ περὶ τὴν ῥάχιν νεύρων πόνοι καὶ τῶν σκελῶν βαρύτητες· εἶτ᾽ ἐπεγίνοντο δυσεντερία καὶ φλύκταιναι περὶ τὴν ἐπιφάνειαν ὅλην τοῦ σώματος. τοῖς μὲν οὖν πλείστοις τοιοῦτον ἦν τὸ πάϑος, τινὲς δ᾽ εἰς μανίαν καὶ λήϑην τῶν ἁπάντων ἔπιπτον, οἳ περιπορευόμενοι τὴν παρεμβολὴν ἐξεστῶτες τοῦ φρονεῖν ἔτυπτον τοὺς ἀπαντῶντας. καϑόλου δὲ συνέβη καὶ τὴν ἀπὸ τῶν ἰατρῶν βοήϑειαν ἄπρακτον εἶναι [καὶ] διὰ τὸ μέγεϑος τοῦ πάϑους καὶ τὴν ὀξύτητα τοῦ ϑανάτου· πεμπταῖοι γὰρ ἢ τὸ πλεῖστον ἑκταῖοι μετήλλαττον, δεινὰς ὑπομένοντες τιμωρίας, ὥσϑ᾽ ὑπὸ πάντων μακαρίζεσϑαι τοὺς ἐν τῷ πολέμῳ τετελευτηκότας. καὶ γὰρ οἱ τοῖς κάμνουσι παρεδρεύοντες ἐνέπιπτον εἰς τὴν νόσον ἅπαντες, ὥστε δεινὴν εἶναι τὴν συμφορὰν τῶν ἀρρωστούντων, μηδενὸς ϑέλοντος ὑπηρετεῖν τοῖς ἀτυχοῦσιν. οὐ γὰρ μόνον οἱ μηδὲν προσήκοντες ἀλλήλους ἐγκατέλειπον, ἀλλ᾽ ἀδελφοὶ μὲν ἀδελφούς, φίλοι δὲ τοὺς συνήϑεις ἠναγκάζοντο προΐεσϑαι διὰ τὸν ὑπὲρ αὑτῶν φόβον. Διονύσιος δ᾽ ἐπειδὴ τὴν περὶ Καρχηδονίους συμ-

Note a pie di pagina

1 1 τοῦ Eich., τούτου o

2 8 ῥάχην P

3 9 δυσεντερίαι o

4 10 φλυκτέναι P, φλυκτένεις c

5 12 ἐνέπιπτον Hert.

6 16 καὶ del. Dind.

7 17 ἢ om. P

8 18 τημορίας P