Textus Originalis

292 DIODOR., XIV 72. 73.

292 DIODOR., XIV 72. 73.

φορὰν ἤκουσεν, ὀγδοήκοντα μὲν ναῦς πληρώσας Φαρακίδᾳ καὶ Λεπτίνῃ τοῖς ναυάρχοις ἐπέταξεν ἅμ᾽ ἡμέρᾳ τὸν ἐπίπλουν ταῖς πολεμίαις ναυσὶ ποιήσασϑαι, αὐτὸς δ᾽ ἀσελήνου τῆς νυχτὸς οὔσης περιήγαγε τὴν δύναμιν, καὶ περιελϑὼν ἐπὶ τὸ τῆς Κυάνης ἱερὸν ἔλαϑε τοὺς πολεμίους ἅμ᾽ ἡμέρᾳ προσιὼν τῇ παρεμβολῇ. τοὺς μὲν οὖν ἱππεῖς καὶ μισϑοφόρους πεζοὺς χιλίους προαπέστειλεν εἰς τὸ πρὸς τὴν μεσόγειον ἀνατεῖνον μέρος τῆς τῶν Καρχηδονίων στρατοπεδείας. οὗτοι δ᾽ ἦσαν οἱ μισϑοφόροι τῷ Διονυσίῳ παρὰ πάντας ἀλλοτριώτατοι καὶ πλεονάκις στάσεις καὶ ταραχὰς ποιοῦντες. διόπερ ὁ μὲν Διονύσιος τοῖς ἱππεῦσιν ἦν παρηγγελκώς, ὅταν ἐξάπτωνται τῶν πολεμίων, φεύγειν καὶ τοὺς μισϑοφόρους ἐγκαταλιπεῖν· ὧν ποιησάντων τὸ προσταχϑὲν οὗτοι μὲν ἅπαντες κατεκόπησαν, ὁ δὲ Διονύσιος ἅμα τήν τε παρεμβολὴν καὶ τὰ φρούρια πολιορκεῖν ἐπεχείρησε· καὶ τῶν βαρβάρων διὰ τὸ παράδοξον καταπεπληγμένων καὶ παραβοηϑούντων τεταραγμένως, αὐτὸς μὲν φρούριον τὴν καλουμένην Πολίχναν εἷλε κατὰ κράτος, ἐκ δὲ ϑατέρου μέρους οἱ ἱππεῖς καί τινες τῶν τριήρων προσπλεύσασαι τὸ πρὸς τῷ Δάσκωνι χωρίον ἐξεπολιόρκησαν. εὐθὺ δ᾽ αἵ τε ναῦς ἅπασαι τὸν ἐπίπλουν ἐποιήσαντο, καὶ κατὰ τὰς τῶν φρουρίων ἁλώσεις ἐπαλαλάξαντος τοῦ στρατοπέδου περιδεεῖς οἱ βάρβαροι καϑειστήκεισαν. ἐξ ἀρχῆς μὲν γὰρ ἐπὶ τὸ πεζὸν

Note a pie di pagina

1 2 Λεπτίνην PF

2 3 πολεμίαις Dind., πολεμικαῖς o

3 8 τὴν] τὸ P

4 11 ἀλλοτριώτεροι Hert.

5 12 στάσεις Dind., ἀποστάσεις o —

6 25 τῶν om. o-P