Textus Originalis

Ol. 96, 1 : 396 a. Chr. 293

Ol. 96, 1 : 396 a. Chr. 293

στράτευμα πάντες συνέδραμον, ἀμυνόμενοι [ἐπὶ] τοὺς τὴν παρεμβολὴν πολιορκοῦντας· ὡς δὲ καὶ τὸν τῶν νεῶν ἐπίπλουν εἶδον, πάλιν ἐξεβοήϑουν ἐπὶ τὸν ναύσταϑμον· καταταχούμενοι δ᾽ ὑπὸ τῆς ὀξύτητος τοῦ καιροῦ τὴν ἑαυτῶν σπουδὴν εἶχον ἄπρακτον. ἔτι γὰρ αὐτῶν ἀναβαινόντων ἐπὶ τὰ καταστρώματα καὶ πληρούντων τὰς τριήρεις, αἱ πολέμιαι ναῦς ταῖς εἰρεσίαις ἐλαυνόμεναι πλαγίαις ἐνέσειον μόγις. ἐκ μὲν οὖν μιᾶς ἐπικαίρου πληγῆς κατέδυον τὰς τιτρωσκομένας ναῦς· αἱ δὲ πλείοσιν ἐμβολαῖς ἀναρρήττουσαι τὰς συγγεγομφωμένας σανίδας δεινὴν ἔκπληξιν τοῖς ἀντιταττομένοις παρείχοντο. πάντῃ δὲ τῶν ἐξοχωτάτων νεῶν ϑραυομένων, αἱ μὲν ἐκ τῶν ἐμβολῶν ἀναρρηττόμεναι λακίδες ἐξαίσιον ἐποιοῦντο ψόφον, ὁ δὲ παρὰ τὴν μάχην παρήκων αἰγιαλὸς ἔγεμε νεκρῶν. οἱ δὲ Συρακόσιοι τῷ προτερήματι συμφιλοτιμούμενοι κατὰ πολλὴν σπουδὴν ἀλλήλους ἔφϑανον ἐπιπηδῶντες ταῖς πολεμίαις ναυσί, καὶ τοὺς βαρβάρους καταπεπληγμένους τὸ μέγεϑος τῆς περιστάσεως περιχυϑέντες ἐφόνευον. οὐ μὴν οὐδ᾽ οἱ πεζῇ τῷ ναυστάϑμῳ προσβάλλοντες ἐλείποντο τῆς τούτων σπουδῆς· ἐν οἷς συνέβαινεν εἶναι καὶ αὐτὸν τὸν Διονύσιον, παριππευκότα πρὸς τὸ κατὰ Δάσκωνα μέρος. εὑρόντες γὰρ πεντηκοντό-

Note a pie di pagina

1 1 ἐπὶ del. Wess.

2 2 τὸν] τούτων P

3 4 τὸν] τὸ P

4 7 ταῖς] ναυσὶν P

5 8 πλαγίως μόγις] τὰς ἐμβολὰς Rhod. (cf. 40, 2); μόγις inter καὶ et πληρούντων posuit Eich.; ἐνέσειον. ὀλίγαι μὲν οὖν ἐκ μιᾶς ... αἱ δὲ πλεῖσται πλείοσι Reiske; τινὲς γὰρ] πολλάκις μὲν οὖν ἐκ Dind.

6 14 ἐμβόλων v ἐποίουν Hert.

7 16 ἔγεμε] ναυαγίων καὶ add. Wurm

8 21 πεζοὶ o-PAL τῶν ναυστάϑμων P, τὸν ναύσταϑμον A προσβάλοντες ἐλίποτο P

9 24 δάσκονα P