Textus Originalis

294 DIODOR. XIV 73—75.

294 DIODOR. XIV 73—75.

ρους τετταράκοντα νενεωλκημένας, καὶ κατὰ τὸ συνεχὲς ναῦς παρορμούσας ὁλκάδας καί τινας τῶν τριήρων, πῦρ εἰς αὐτὰς ἐνῆκαν. ταχὺ δὲ τῆς φλογὸς εἰς ὕψος ἀρϑείσης καὶ χεομένης ἐπὶ πολὺν τόπον ἐφλέγετο τὰ σκάφη, καὶ τῶν ἐμπόρων τε καὶ ναυκλήρων οὐδεὶς ἐδύνατο παραβοηϑῆσαι διὰ τὸ πλῆϑος τοῦ πυρός. ἐπιγενομένου δὲ μεγάλου πνεύματος ἐκ τῶν νενεωλκημένων σκαφῶν ἐφέρετο τὸ πῦρ ἐπὶ τὰς ὁρμούσας ὁλκάδας. τῶν δ᾽ ἀνδρῶν ἐκκολυμβώντων διὰ τὸν ἀπὸ τῆς πνιγῆς φόβον, καὶ τῶν ἀγκυρίων ἀποκαιομένων, διὰ τὸν κλύδωνα συνέκρουον αἱ ναῦς. καὶ τινὲς μὲν ὑπ᾽ ἀλλήλων συντριβόμεναι διεφϑείροντο, τινὲς δὲ ὑπὸ τοῦ πνεύματος ὠϑούμεναι, αἱ πλεῖσται δ᾽ ὑπὸ τοῦ πυρὸς ἀπώλλυντο. ἔνϑα δὴ τῶν φορτηγῶν πλοίων ἀναφερομένης τῆς φλογὸς διὰ τῶν ἱστίων καὶ τὰς κεραίας καταφλεγούσης, τοῖς ἐκ τῆς πόλεως ϑεατρικὴν συνέβαινε γίνεσϑαι τὴν ϑέαν καὶ τοῖς δι᾽ ἀσέβειαν κεραυνωϑεῖσι φαίνεσϑαι παραπλησίαν τὴν ἀπώλειαν τῶν βαρβάρων. διόπερ τοῖς εὐτυχήμασι μετεωριζόμενοι τὰ πορϑμεῖα συνεπλήρουν οἵ τε πρεσβύτατοι τῶν παίδων καὶ τῶν παρηκμακότων ταῖς ἡλικίαις οἱ μὴ τελείως ὑπὸ τοῦ γήρως καταπονούμενοι· πρὸς δὲ τὰς κατὰ τὸν λιμένα ναῦς ὡς ἔτυχε προσπλέοντες ἀϑρόοι, τὰς μὲν προδιεφϑαρμένας ὑπὸ τοῦ πυρὸς διήρπαζον, ἐκλέγοντες τῶν

Note a pie di pagina

1 7 δὲ add. Steph.

2 8 νεωλκημένων P

3 10 πνιγῆς (vel τοῦ πνίγους) Reiske, πληγῆς o; φλογός Wess. πνιγός Eich.

4 11 ἀπὸ καωμένων P κλύδονα P

5 14 αἱ add. Reiske ὅσαι πλεῖσται Wess., πλεῖστον o

6 16 ἱστίων Wurm et Hert. (c. 74, 4), ἱστῶν o

7 21 πορϑμία P