Textus Originalis
Ol. 96, 1 : 396 a. Chr. 295
χρησίμων τὰ δυνάμενα βοηϑείας τυχεῖν, τὰς δ᾽ ἀκεραίους ἐξαπτόμενοι κατῆγον εἰς τὴν πόλιν. οὕτως οὐδὲ οἱ τῶν κατὰ πόλεμον ἀφιέμενοι διὰ τὰς ἡλικίας καρτερεῖν ἐδύναντο, διὰ δὲ τὴν ὑπερβολὴν τῆς χαρᾶς ἡ φιλοτιμία τῆς ψυχῆς κατίσχυε τὴν ἡλικίαν. τοῦ δὲ περὶ τὴν νίκην λόγου διαρρυέντος κατὰ τὴν πόλιν, τὰς οἰκίας ἐξέλειπον ὁμοῦ τοῖς οἰκέταις παῖδες καὶ γυναῖκες, καὶ πάντων σπευδόντων ἐπὶ τὰ τείχη πᾶς τόπος ἔγεμε τῶν ϑεωμένων. τούτων δ᾽ οἱ μὲν εἰς τὸν οὐρανὸν τὰς χεῖρας ἐκτείναντες εὐχαρίστουν τοῖς ϑεοῖς, οἱ δὲ τῆς τῶν ἱερῶν συλήσεως ἔφασαν εἰληφέναι τοὺς βαρβάρους τὴν παρὰ τοῦ δαιμονίου τιμωρίαν. ἐφαίνετο γὰρ διὰ μακροῦ ϑεομαχίᾳ παραπλήσιος ἡ ϑέα, τοσούτων μὲν νεῶν πυρπολουμένων, τῆς δὲ φλογὸς διὰ τῶν ἱστίων εἰς ὕψος ἀναφερομένης, καὶ τῶν μὲν Ἑλλήνων καϑ᾽ ἕκαστον τῶν προτερημάτων ἐπισημαινομένων ἐξαισίῳ βοῇ, τῶν δὲ βαρβάρων διὰ τὴν ἔκπληξιν τοῦ δεινοῦ πολὺν ϑόρυβον καὶ κραυγὴν σύμμικτον ποιούντων. Οὐ μὴν ἀλλὰ τότε μὲν τῆς νυκτὸς ἐπιγενομένης ἡ μάχη διελύϑη, καὶ Διονύσιος ἐπεστρατοπέδευσε τοῖς βαρβάροις πρὸς τὸ τοῦ Διὸς ἱερὸν παρεμβολὴν ποιησάμενος. οἱ δὲ Καρχηδόνιοι κατὰ γῆν ἅμα καὶ κατὰ ϑάλατταν ἡττημένοι διεπρεσβεύσαντο πρὸς Διονύσιον λάϑρᾳ τῶν Συρακοσίων· ἠξίουν δὲ
Note a pie di pagina
1 1 τὰς δυναμένας o, corr. Wess.
2 3 ἀφειμένοι Dind.
3 5 κατίσχυε Wurm, κατέσχεν o; κατήρτυε Eich., κατεῖργε Madvig (?), καὶ ante πάντων om. P
4 9 πᾶς ὁ τόπος P (c. 8, 1. 50, 6)
5 10 ἐκτείναντες PFJL, ἐκτείνοντες c (c. 39, 4)
6 14 παρὰ πλησίως P
7 23 τῷ .. ἱερῷ v