Textus Originalis

296 DIODOR. XIV 75. 76.

296 DIODOR. XIV 75. 76.

αὐτὸν ἀφιέναι τοὺς περιλειπομένους εἰς Λιβύην διακομισϑῆναι, καὶ τὰ κατὰ τὴν παρεμβολὴν αὐτοῖς ὄντα τριακόσια τάλαντα δώσειν ἐπηγγέλλοντο. ὁ δὲ Διονύσιος ἅπαντας μὲν ἀδύνατον εἶναι φυγεῖν ἀπεφαίνετο, τοὺς δὲ [Καρχηδονίους] πολιτικοὺς συνεχώρησε μόνους νυχτὸς ἀπελϑεῖν λάϑρᾳ κατὰ ϑάλατταν· ᾔδει γὰρ τοὺς Συρακοσίους καὶ τοὺς συμμάχους οὐκ ἐπιτρέψοντας αὐτῷ περὶ τούτων συγχωρεῖν τοῖς πολεμίοις. ταῦτα δ᾽ ἔπραττεν ὁ Διονύσιος οὐ βουλόμενος τελείως ἀπολέσϑαι τὴν τῶν Καρχηδονίων δύναμιν, ὅπως οἱ Συρακόσιοι διὰ τὸν ἀπὸ τούτων φόβον μηδέποτε σχολὴν λάβωσιν ἀντέχεσϑαι τῆς ἐλευϑερίας. ὁ μὲν οὖν Διονύσιος συνϑέμενος εἰς ἡμέραν τετάρτην ὑπὸ νύκτα τὴν φυγὴν τοῖς Καρχηδονίοις, τὸ στρατόπεδον ἀπήγαγεν εἰς τὴν πόλιν. ὁ δ᾽ Ἰμίλκων νυχτὸς παρακομίσας εἰς τὴν ἀκρόπολιν τὰ τριακόσια τάλαντα παρέδωκε τοῖς ἐν τῇ Νήσῳ τεταγμένοις ὑπὸ τοῦ τυράννου, αὐτὸς δ᾽, ἐπεὶ παρῆν ὁ συγκείμενος χρόνος, νυχτὸς ἐπλήρωσε τετταράκοντα τριήρεις τῶν πολιτικῶν, καὶ καταλιπὼν τὸ λοιπὸν ἅπαν στρατόπεδον ὥρμησε φεύγειν. ἤδη δ᾽ αὐτοῦ τὸν λιμένα διεκπεπλευκότος ᾔσϑοντό τινὲς τῶν Κορινϑίων τὸν δρασμόν, καὶ ταχέως ἀπήγγειλαν τῷ Διονυσίῳ. τοῦ δὲ τοὺς στρατιώτας τε καλοῦντος εἰς τὰ ὅπλα καὶ κατὰ σχολὴν τοὺς ἡγεμόνας ἀϑροίζοντος, οὐκ ἀνέμειναν αὐτὸν οἱ Κορίνϑιοι. ταχὺ δ᾽ ἀναχϑέντες ἐπὶ τοὺς Καρχηδο-

Note a pie di pagina

1 3 τριακόσια: cf. p. 180, 32 τοῦ δὲ διονυσίου P

2 5 Καρχηδονίους del. Eich. (v. 280)

3 14 ὑπὸ Reiske, ἐπὶ o

4 21 τὸ λοιπὸν ἅπαν] ἅπαν τὸ f

5 23 τε Dind., τότε o, οὐδὲ Wurm