Textus Originalis
Ol. 96, 1 : 396 a. Chr. 297
νίους καὶ πρὸς ἀλλήλους ἐν ταῖς εἰρεσίαις φιλοτιμούμενοι τὰς ἐσχάτας Φοινίσσας ναῦς κατέλαβον, ἃς τοῖς ἐμβόλοις συντρίψαντες κατέδυσαν. μετὰ δὲ ταῦτα Διονύσιος μὲν ἐξήγαγε τὴν δύναμιν, οἱ δὲ συμμαχοῦντες τοῖς Καρχηδονίοις Σικελοὶ φϑάσαντες τοὺς Συρακοσίους ἔφυγον διὰ τῆς μεσογείου ... καὶ σχεδὸν πάντες διεσώϑησαν εἰς τὰς πατρίδας. καὶ Διονύσιος μὲν τὰς ὁδοὺς διαλαβὼν φυλακαῖς ἀπήγαγε τὴν δύναμιν ἐπὶ τὴν τῶν πολεμίων στρατοπεδείαν ἔτι νυχτὸς οὔσης· οἱ δὲ βάρβαροι καταλειφϑέντες ὑπό τε τοῦ στρατηγοῦ καὶ τῶν Καρχηδονίων, ἔτι δὲ τῶν Σικελῶν, ἠϑύμησαν καὶ καταπλαγέντες ἔφευγον. οἱ μὲν ἐν ταῖς ὁδοῖς [καὶ] ταῖς προφυλακαῖς ἐμπίπτοντες συνελαμβάνοντο, οἱ δὲ πλεῖστοι τὰ ὅπλα ῥιπτοῦντες συνήντων, δεόμενοι φείσασϑαι τοῦ βίου. μόνοι δὲ Ἴβηρες ἠϑροισμένοι μετὰ τῶν ὅπλων ἐπεκηρυκεύοντο περὶ συμμαχίας. Διονύσιος δὲ πρὸς μὲν τούτους σπεισάμενος κατέταξε τοὺς Ἴβηρας εἰς τοὺς μισϑοφόρους, τὸ δὲ λοιπὸν πλῆϑος ἐξώγρησε καὶ τὴν [λοιπὴν] ἀποσκευὴν ἐφῆκε τοῖς στρατιώταις διαρπάσαι. Οὕτως μὲν οὖν τοῖς Καρχηδονίοις ἡ τύχη ταχεῖαν τὴν μεταβολὴν ἐποίησε, καὶ πᾶσιν ἀνϑρώποις ἔδειξεν, ὡς οἱ μεῖζον τοῦ καϑήκοντος ἐπαιρόμενοι ταχέως ἐξελέγχουσι τὴν ἰδίαν ἀσϑένειαν. ἐκεῖνοι γὰρ τῶν
Note a pie di pagina
1 11 ὑπό τε P, ὑπὸ v
2 13 οἱ μὲν] ὧν οἱ μὲν aut καὶ οἱ μὲν aut οἱ μὲν οὖν Dind.; καὶ καταπλαγέντες οἱ μὲν ἔφευγον καὶ ἐν ταῖς conicio καὶ del. Wess.
3 14 ἐκπίπτοντες P
4 19 τοῦ om. P
5 20 λοιπὴν] λοπὴν P1, del. Dind.; ὅλην fort.
6 22 οὖν L, om. c ταχεῖαν Dind., τάχιον o (cf. XIII 21, 5)