Textus Originalis

298 DIODOR. XIV 76. 77.

298 DIODOR. XIV 76. 77.

κατὰ Σικελίαν πόλεων σχεδὸν ἁπασῶν πλὴν Συρακουσῶν κρατοῦντες, καὶ ταύτην ἁλώσεσϑαι προσδοκῶντες, ἐξαίφνης ὑπὲρ τῆς ἰδίας πατρίδος ἀγωνιᾶν ἠναγκάσϑησαν, καὶ τοὺς τάφους τῶν Συρακοσίων ἀνατρέψαντες πεντεκαίδεκα μυριάδας ἐπεῖδον ἀτάφους διὰ τὸν λοιμὸν σεσωρευμένους· πυρπολήσαντες δὲ τὴν χώραν τῶν Συρακοσίων ἐκ μεταβολῆς εὐϑὺς εἶδον τὸν ἴδιον στόλον ἐμπυρισϑέντα, εἰς δὲ τὸν λιμένα πάσῃ τῇ δυνάμει καταπλέοντες ὑπερηφάνως, καὶ τοῖς Συρακοσίοις ἐπιδεικνύμενοι τὰς ἑαυτῶν εὐτυχίας, ἠγνόουν ἑαυτοὺς μέλλοντας νυκτὸς ἀποδράσεσϑαι καὶ τοὺς συμμάχους ἐκδότους καταλιπεῖν τοῖς πολεμίοις. αὐτὸς δὲ ὁ στρατηγὸς ὁ ποιησάμενος σκηνὴν μὲν τὸ τοῦ Διὸς ἱερόν, πρόσοδον δὲ τὸν ἐκ τῶν ἱερῶν συληϑέντα πλοῦτον, αἰσχρῶς μὲν μετ᾽ ὀλίγων εἰς Καρχηδόνα διέφυγεν, ὅπως μὴ τὸν ὀφειλόμενον τῇ φύσει ϑάνατον ἀποδοὺς ἀϑῷος γένηται τῶν ἀσεβημάτων, ἀλλ᾽ ἐν τῇ πατρίδι περιβόητον ἔχῃ τὸν βίον ὑπὸ πάντων ὀνειδιζόμενος. εἰς τοσοῦτο δ᾽ ἦλϑεν ἀτυχίας, ὥστε μετὰ τῆς εὐτελεστάτης ἐσϑῆτος περιήει τοὺς κατὰ τὴν πόλιν ναοὺς κατηγορῶν τῆς ἰδίας ἀσεβείας καὶ περὶ τῶν εἰς ϑεοὺς ἁμαρτημάτων ὁμολογουμένην διδοὺς τιμωρίαν τῷ δαιμονίῳ. τὸ δὲ τέλος ἑαυτοῦ καταγνοὺς ϑάνατον ἀπεκαρτέρησε, πολλὴν τοῖς πολίταις ἀπο-

Note a pie di pagina

1 1 κατὰ PA, κατὰ τὴν c πόλεων add. Dind.

2 5 ἐπεῖδον] τῶν ἰδίων add. f

3 14 μὲν τὸ .. ἱερόν Dind., ἐν τῷ .. ἱερῷ o

4 16 μετολίγων P

5 19 ἔχει P ὑπὸ] ὑπὸ τῶν ὀνειδιζομένων P

6 21 τὴν PA et cod. Peirescian., om. c

7 25 ἐπεκαρτέρησεν P