Textus Originalis
Ol. 96, 1 : 396 a. Chr. 299
λιπὼν δεισιδαιμονίαν· εὐθὺ γὰρ καὶ τἄλλα τὰ πρὸς τὸν πόλεμον αὐτοῖς ἡ τύχη συνήϑροισεν. Τῆς γὰρ συμφορᾶς διακηρυχϑείσης κατὰ τὴν Λιβύην, οἱ σύμμαχοι καὶ πάλαι [μὲν] μισοῦντες τὸ βάρος τῆς τῶν Καρχηδονίων ἡγεμονίας, τότε [δὲ] διὰ τὴν τῶν στρατιωτῶν ἐν Συρακούσαις προδοσίαν πολὺ μᾶλλον ἐξέκαυσαν τὸ κατ᾽ αὐτῶν μῖσος. διόπερ ἅμα μὲν ὑπὸ τῆς ὀργῆς προαχϑέντες, ἅμα δὲ καταφρονήσαντες αὐτῶν διὰ τὴν ἀτυχίαν, ἀντείχοντο τῆς ἐλευϑερίας. διαπρεσβευσάμενοι δὲ πρὸς ἀλλήλους ἤϑροισαν δύναμιν, καὶ προελϑόντες ἐν ὑπαίϑρῳ κατεστρατοπέδευσαν. ταχὺ δ᾽ οὐ μόνον ἐλευϑέρων, ἀλλὰ καὶ δούλων συντρεχόντων, ἐν ὀλίγῳ χρόνῳ μυριάδες εἴκοσι συνηϑροίσϑησαν. καταλαβόμενοι δὲ Τύνητα, πόλιν οὐ μακρὰν τῆς Καρχηδόνος κειμένην, ἐκ ταύτης παρετάττοντο, καὶ πλεονεκτοῦντες ἐν ταῖς μάχαις τειχήρεις τοὺς Φοίνικας συνεῖχον. οἱ δὲ Καρχηδόνιοι φανερῶς ὑπὸ τῶν ϑεῶν πολεμούμενοι, τὸ μὲν πρῶτον κατ᾽ ὀλίγους ξυνιόντες ἐξεταράττοντο καὶ τὸ δαιμόνιον ἱκέτευον λῆξαι τῆς ὀργῆς· μετὰ δὲ ταῦτα πᾶσαν τὴν πόλιν δεισιδαιμονία κατέσχε καὶ δέος, ἑκάστου τὸν τῆς πόλεως ἀνδραποδισμὸν τῇ διανοίᾳ προλαμβάνοντος. διόπερ ἐψηφίσαντο παντὶ τρόπῳ τοὺς ἀσεβηϑέντας ϑεοὺς ἐξιλάσασϑαι. οὐ παρειληφότες δ᾽ ἐν τοῖς ἱεροῖς
Note a pie di pagina
1 1 καὶ τὰ κατὰ τὴν Λιβύην πρὸς Reiske
2 4 καὶ om. f μὲν delevi (cf. XIII 92, 1)
3 5 δὲ om. PA
4 7 κατ᾽ αὐτῶν] κατὰ τῶν αὐτῶν P
5 8 προσαχϑέντες o, corr. Wess.
6 11 προσελθόντες L
7 19 ὀλίγους Reiske, ὀλίγον o ξυνιόντες Dind., συνιδόντες Wurm
8 25 ἐξιλάσκεσθαι AL, ἐξιλάσεσθαι F