Textus Originalis

300 DIODOR. XIV 77. 78.

300 DIODOR. XIV 77. 78.

οὔτε Κόρην οὔτε Δήμητρα, τούτων ἱερεῖς τοὺς ἐπισημοτάτους τῶν πολιτῶν κατέστησαν, καὶ μετὰ πάσης σεμνότητος τὰς ϑεὰς ἱδρυσάμενοι τὰς ϑυσίας τοῖς τῶν Ἑλλήνων ἤϑεσιν ἐποίουν, καὶ τῶν παρ᾽ αὐτοῖς ὄντων Ἑλλήνων τοὺς χαριεστάτους ἐπιλέξαντες ἐπὶ τὴν τῶν ϑεῶν ϑεραπείαν ἔταξαν. μετὰ δὲ ταῦτα ναῦς τε κατεσκεύαζον καὶ τὰ πρὸς τὸν πόλεμον ἐπιμελῶς ἡτοίμαζον. οἱ δ᾽ ἀποστάται μιγάδες ὄντες οὔϑ᾽ ἡγεμόνας ἀξιοχρέους εἶχον, τὸ δὲ μέγιστον, αὐτοῖς μὲν διὰ τὸ πλῆϑος ἐξέλειπον αἱ τροφαί, τοῖς δὲ Καρχηδονίοις κατὰ ϑάλατταν ἐκ Σαρδοῦς παρεκομίζοντο, καὶ πρὸς ἀλλήλους ἐστασίαζον περὶ τῆς ἡγεμονίας, καί τινες αὐτῶν χρήμασιν ὑπὸ Καρχηδονίων διαφϑαρέντες ἐγκατέλειπον τὰς κοινὰς ἐλπίδας. ὅϑεν διά τε τὴν σπάνιν τῆς τροφῆς καί τινων προδοσίαν οὗτοι μὲν διαλυϑέντες εἰς τὰς πατρίδας ἀπήλλαξαν τοῦ μεγίστου φόβου Καρχηδονίους. καὶ τὰ μὲν κατὰ Λιβύην ἐν τούτοις ἦν. Διονύσιος δὲ ϑεωρῶν τοὺς μισϑοφόρους ἀλλοτριώτατα πρὸς αὐτὸν ἔχοντας, καὶ φοβούμενος μὴ διὰ τούτων καταλυϑῇ, τὸ μὲν πρῶτον Ἀριστοτέλην τὸν ἀφηγούμενον αὐτῶν συνέλαβε, μετὰ δὲ ταῦτα τοῦ πλήϑους συντρέχοντος μετὰ τῶν ὅπλων καὶ τοὺς μισϑοὺς πικρότερον ἀπαιτούντων, τὸν μὲν Ἀριστοτέλην ἔφησεν ἀποστέλλειν εἰς Λακεδαίμονα κρίσιν ἐν τοῖς ἰδίοις πολίταις ὑφέξοντα, τοῖς δὲ

Note a pie di pagina

1 1 κόρη PAF

2 4 ἔϑεσιν Eich.

3 10 ἐξέλιπον PFK τὸ δὲ μέγιστον — παρεκομίζοντο post ἐλπίδας (v. 16) posuit Eich.

4 14 ἐγκατέλιπον f

5 15 σπάνην P

6 26 ἀποστελεῖν Dind.