Textus Originalis
4 DIODOR. XIII.
4 DIODOR. XIII.
Ὡς τετρακισμυρίων Καρχηδονίων ἀπαντησάντων ἐνίκησαν οἱ Συρακόσιοι καὶ πλείους τῶν ἑξακισχιλίων κατέκοψαν. Ὡς Καρχηδονίων τὰς ἀγορὰς παραιρουμένων οἱ ᾿Ακραγαντῖνοι διὰ τὴν σπάνιν τῆς τροφῆς ἠναγκάσϑησαν ἐκλιπεῖν τὴν πατρίδα. Ὡς Διονύσιος στρατηγὸς αἱρεϑεὶς ἐτυράννησε τῶν Συρακοσίων. Ὡς ᾿Αϑηναῖοι ἐν ᾿Αργινούσαις ἐπιφανεστάτῃ ναυμαχίᾳ νικήσαντες τοὺς στρατηγοὺς ἀδίκως ἐϑανάτωσαν. Ὡς ᾿Αϑηναῖοι μεγάλῃ ναυμαχίᾳ λειφϑέντες ἠναγκάσϑησαν ἐφ᾽ οἷς δυνατὸν ἦν συνϑέσϑαι τὴν εἰρήνην, καὶ οὕτως ὁ Πελοποννησιακὸς πόλεμος κατελύϑη. Ὡς Καρχηδόνιοι λοιμικῇ νόσῳ περιπεσόντες ἠναγκάσϑησαν συνϑέσϑαι τὴν εἰρήνην πρὸς Διονύσιον τὸν τύραννον.
Note a pie di pagina
1 6 σπάνην P
2 9 αργιννούσαις P
3 11 ναυμαχία P, μάχῃ AL