Textus Originalis
Ol. 91, 4 : 413 a. Chr. 31
πολλοὺς μὲν τραυματίας εἶναι τῶν στρατιωτῶν, πάντας δ᾽ ὑπὸ τῆς μάχης κατακόπους ὑπάρχειν τοῖς σώμασιν, ἀπέστειλέ τινας τῶν ἱππέων ἐπὶ τὴν παρεμβολὴν τῶν ᾿Αϑηναίων τοὺς ἐροῦντας, ὅτι προαπεστάλκασιν οἱ Συρακόσιοι τοὺς τὰς ὁδοὺς καὶ τοὺς ἐπικαιροτάτους τόπους προκαταληψομένους. ποιησάντων δὲ τῶν ἱππέων τὸ προσταχϑὲν ἤδη νυκτὸς οὔσης, οἱ μὲν ᾿Αϑηναῖοι νομίσαντες τῶν Λεοντίνων τινὰς εἶναι τοὺς δι᾽ εὔνοιαν ἀπηγγελκότας, διεταράχϑησαν οὐ μικρῶς καὶ τὴν ἀπαλλαγὴν ὑπερέϑεντο: ὅπερ εἰ μὴ παρεκρούσϑησαν, ἀσφαλῶς ἂν ἐχωρίσϑησαν. οἱ μὲν οὖν Συρακόσιοι τῆς ἡμέρας ὑποφωσκούσης ἀπέστειλαν τοὺς προκαταληψομένους τὰ στενόπορα τῶν ὁδῶν: οἱ δὲ τῶν ᾿Αϑηναίων στρατηγοὶ διελόμενοι τοὺς στρατιώτας εἰς δύο μέρη, καὶ τὰ μὲν σκευοφόρα καὶ τοὺς ἀρρώστους εἰς μέσον λαβόντες, τοὺς δὲ δυναμένους μάχεσϑαι προηγεῖσϑαι καὶ οὐραγεῖν τάξαντες, προῇεσαν ἐπὶ Κατάνης, ὧν μὲν Δημοσϑένους, ὧν δὲ Νικίου καϑηγουμένων. οἱ δὲ Συρακόσιοι πεντήκοντα μὲν τὰς καταλειφϑείσας ναῦς ἀναψάμενοι κατήγαγον εἰς τὴν πόλιν, ἐκβιβάσαντες δ᾽ ἐκ τῶν τριήρων ἅπαντας καὶ καϑοπλίσαντες, μετὰ πάσης τῆς δυνάμεως ἠκολούϑουν τοῖς ᾿Αϑηναίοις, ἐξαπτόμενοι καὶ βαδίζειν εἰς τοὔμπροσϑεν διακωλύοντες. ἐπὶ τρεῖς δ᾽ ἡμέρας ἐπακολουϑοῦντες καὶ πανταχόϑεν περιλαμβάνοντες ἀπεῖργον εὐϑυπορεῖν πρὸς
Note a pie di pagina
1 5 προαπεστάλκεισαν Pf
2 10 ἐταράχϑησαν O-PAL
3 11 ὅπερ O, corr. Wess.
4 13 ἐπιφωσκούσης PL (c. 111, 2)
5 προκαταληψομένους] ποιησάντων δὲ (v. 7) — παρεκρούσϑησαν (v. 11) repetit P
6 19 Κατάνην c
7 21 καταληφϑείσας v
8 22 προλαμβάνοντες O, corr. Madvig
9 ἀπεῖργον — 3 περικυκλώσαντες om. AL