Textus Originalis

Ol. 96, 1 : 396 a. Chr. 301

Ol. 96, 1 : 396 a. Chr. 301

μισϑοφόροις ὡς μυρίοις οὖσι τὸν ἀριϑμὸν ἔδωκεν ἐν τοῖς μισϑοῖς τὴν τῶν Λεοντίνων πόλιν τε καὶ χώραν. ἀσμένως δ᾽ αὐτῶν ὑπακουσάντων διὰ τὸ κάλλος τῆς χώρας, οὗτοι μὲν κατακληρουχήσαντες ᾤκουν ἐν Λεοντίνοις, ὁ δὲ Διονύσιος ἄλλους μισϑοφόρους ξενολογήσας, τούτοις τε καὶ τοῖς ἠλευϑερωμένοις οἰκέταις ἐνεπίστευσε τὴν ἀρχήν. Μετὰ δὲ τὴν τῶν Καρχηδονίων συμφορὰν οἱ διασωζόμενοι τῶν ἐξηνδραποδισμένων κατὰ Σικελίαν πόλεων ἠϑροίζοντο, καὶ τὰς ἰδίας κομιζόμενοι πατρίδας ἑαυτοὺς ἀνελάμβανον. Διονύσιος δ᾽ εἰς Μεσσήνην κατῴκισε χιλίους μὲν Λοκρούς, τετρακισχιλίους δὲ Μεδμαίους, ἑξακοσίους δὲ τῶν ἐκ Πελοποννήσου Μεσσηνίων, ἔκ τε Ζακύνϑου καὶ Ναυπάκτου φευγόντων. ϑεωρῶν δὲ τοὺς Λακεδαιμονίους προσκόπτοντας ἐπὶ τῷ τοὺς ὑφ᾽ ἑαυτῶν ἐκβεβλημένους Μεσσηνίους ἐν ἐπισήμῳ πόλει κατοικίζεσϑαι, μετήγαγεν ἐκ Μεσσήνης αὐτούς, καὶ χωρίον τι παρὰ ϑάλατταν δοὺς τῆς Ἀβακαινίνης χώρας ἀπετέμετο καὶ προσώρισεν ὅσον αὐτοῖς μέρος ἀπετέμετο. οἱ δὲ Μεσσήνιοι τὴν μὲν πόλιν ὠνόμασαν Τυνδαρίδα, πολιτευόμενοι δὲ πρὸς αὑτοὺς εὐνοϊκῶς καὶ πολλοὺς πολιτογραφοῦντες ταχὺ πλείους πεντακισχιλίων ἐγένοντο.

Note a pie di pagina

1 3 ἀσμένως cf. XIII 114, 1] ὡς o, ῥᾳδίως Eich.

2 6 ἐλευϑερωμένοις P

3 12 κατῴκησεν PF

4 13 Μεδμαίους Cluverius et Wess., Μεδιμναίους o

5 14 Μεσσηνίων Palmerius, Μηλισίων P, Μιλησίων v Ζακύνϑου P

6 19 Ἀβακηνῆς o, corr. Cluverius

7 20 προσώρισεν JK, προώρησεν P, προώρισεν c αὐτῆς Reiske, αὐτοῖς Wurm ἀπενέμετο Wurm

8 21 μὲν om. P

9 22 αὐτοὺς v

10 23 καὶ add. Dind.