Textus Originalis

302 DIODOR. XIV 78. 79.

302 DIODOR. XIV 78. 79.

Μετὰ δὲ ταῦτα εἰς τὴν τῶν Σικελῶν χώραν πλεονάκις στρατεύσας Μέναινον μὲν καὶ Μοργαντῖνον εἷλε, πρὸς Ἄγυριν δὲ τὸν Ἀγυριναίων τύραννον καὶ Δάμωνα τὸν δυναστεύοντα Κεντοριπίνων, ἔτι δ᾽ Ἑρβιταίους τε καὶ Ἀσσωρίνους συνθήκας ἐποιήσατο· παρέλαβε δὲ διὰ προδοσίας Κεφαλοίδιον καὶ Σολοῦντα καὶ τὴν Ἔνναν· πρὸς δὲ τούτοις πρὸς Ἑρβησσίνους εἰρήνην ἐποιήσατο. καὶ τὰ μὲν κατὰ Σικελίαν ἐν τούτοις ἦν. Κατὰ δὲ τὴν Ἑλλάδα Λακεδαιμόνιοι προορώμενοι τὸ μέγεϑος τοῦ πρὸς Πέρσας πολέμου, τὸν ἕτερον τῶν βασιλέων Ἀγησίλαον ἐπέστησαν τοῖς πράγμασιν. οὗτος δ᾽ ἑξακισχιλίους στρατιώτας ἐπιλέξας, τριάκοντα δὲ τῶν πολιτῶν εἰς τὸ συνέδριον τοὺς ἀρίστους κατατάξας, διεβίβασε τὴν δύναμιν [ἐκ] τῆς Ἀσίας εἰς Ἔφεσον. ἐκεῖ δὲ στρατολογήσας τετρακισχιλίους, προήγαγε τὴν δύναμιν εἰς ὕπαιϑρον, οὖσαν πεζῶν μὲν μυρίων, ἱππέων δὲ τετρακοσίων· ἠκολούϑει δ᾽ ἀγοραῖος αὐτοῖς ὄχλος καὶ τῆς ἁρπαγῆς χάριν οὐκ ἐλάττων τοῦ προειρημένου. διεξιὼν δὲ τὸ Καύστριον πεδίον, διέφϑειρε τὴν χώραν τὴν ὑπὸ τοὺς Πέρσας οὖσαν, μέχρι ὅτου κατήντησεν εἰς Κύμην. ἐκεῖϑεν δ᾽ ὁρμηϑεὶς τὸ πλεῖστον τοῦ ϑέρους τήν τε Φρυγίαν καὶ τὰ συνεχῆ διετέλεσε πορϑῶν, καὶ τὴν

Note a pie di pagina

1 2 στρατεύσας Μέναινον Wess., ἐστράτευσαν σμένεον o Μοργαντίνην Dind. (Μοργαντίναν c. 95, 2. XI 78, 5)

2 3 εἷλον — ἐποιήσαντο — παρέλαβον — ἐποιήσαντο o, corr. Wess. ἀγυριναῖον P

3 4 Δάμωνα] Νικόδημον p. 181, 8

4 5 ἔτι] ἐπὶ P ἑρβηταίους P ἀσωρίνους PJ

5 6 κεφαλοείδιον P

6 8 ἐρβισίνους P

7 15 τὴν add. Eich. ἐκ del. Dind.

8 16 Ἀσίας PAH, Εὐρώπης c; Αὐλίδος fort.

9 19 αὐτοῖς ἀγοραῖος o-PA καὶ del. Reiske

10 20 ἐλάττω PA

11 22 μέχρις v