Textus Originalis
308 DIODOR. XIV 82.
ἀλλήλους ἐποιήσαντο. μισουμένων γὰρ τῶν Λακεδαιμονίων ὑπὸ τῶν συμμάχων διὰ τὸ βάρος τῆς ἐπιστασίας, ᾤοντο ῥᾳδίως καταλύσειν αὐτῶν τὴν ἡγεμονίαν, τὰς μεγίστας πόλεις συμφρονούσας ἔχοντες. καὶ πρῶτον μὲν συνέδριον κοινὸν ἐν τῇ Κορίνϑῳ συστησάμενοι τοὺς βουλευσομένους ἔπεμπον καὶ κοινῶς διῴκουν τὰ κατὰ τὸν πόλεμον, μετὰ δὲ ταῦτα πρέσβεις εἰς τὰς πόλεις ἀποστέλλοντες πολλοὺς συμμάχους ἀπὸ Λακεδαιμονίων ἀπέστησαν· εὐθὺ γὰρ αὐτοῖς ἥ τε Εὔβοια ἅπασα προσέϑετο καὶ Λευκάδιοι, πρὸς δὲ τούτοις Ἀκαρνᾶνές τε καὶ Ἀμβρακιῶται καὶ Χαλκιδεῖς οἱ πρὸς τῇ Θρᾴκῃ. ἐπεβάλοντο δὲ καὶ τοὺς ἐν Πελοποννήσῳ κατοικοῦντας πείϑειν ἀποστῆναι Λακεδαιμονίων, οὐδεὶς δ᾽ αὐτοῖς ὑπήκουσεν· ἡ γὰρ Σπάρτη κατὰ πλευρὰν κειμένη καϑαπερεί τις ἀκρόπολις ἦν καὶ φρουρὰ πάσης Πελοποννήσου. Μηδίου δὲ τοῦ τῆς Λαρίσσης τῆς ἐν Θετταλίᾳ δυναστεύοντος διαπολεμοῦντος πρὸς Λυκόφρονα τὸν Φερῶν τύραννον, καὶ δεομένου πέμψαι βοήϑειαν, ἀπέστειλεν αὐτῷ τὸ συνέδριον στρατιώτας δισχιλίους. ὁ δὲ Μήδιος τῆς συμμαχίας αὐτῷ παραγενομένης Φάρσαλον εἷλεν ὑπὸ Λακεδαιμονίων φρουρουμένην καὶ τοὺς ἐν αὐτῇ κατοικοῦντας ἐλαφυροπώλησεν. μετὰ δὲ ταῦϑ᾽ οἱ Βοιωτοὶ μετ᾽ Ἀργείων Ἡράκλειαν τὴν ἐν Τραχῖνι κατελάβοντο, χωρισϑέντες ἀπὸ Μηδίου· καὶ νυκτὸς ἐντὸς τῶν τειχῶν ὑπό τινων εἰσαχϑέντες Λακεδαι-
Note a pie di pagina
1 3 ἐπιστάσεως o, corr. Dind. αὐτῶν ῥᾳδίως καταλύσειν o-PAFL
2 5 βουλευσομένους Wess., βουλομένους o
3 15 κατὰ πλευρὰν] κατάπλευρ P, κατὰ τὰ πλευρὰ v
4 20 ἀπέστειλαν (del. τὸ συνέδριον) malim
5 25 μετ᾽ Ἀργείων om. f