Textus Originalis
Ol. 96, 2 : 395 a. Chr. 309
μονίους μὲν τοὺς καταληφϑέντας ἀπέσφαξαν, τοὺς δ᾽ ἀπὸ Πελοποννήσου τὰ σφῶν ἔχοντας εἴασαν ἀπελϑεῖν. εἰς δὲ τὴν πόλιν τοὺς Τραχινίους φεύγοντας ἐκ τῶν πατρίδων ὑπὸ Λακεδαιμονίων μεταπεμπόμενοι, τούτοις ἔδωκαν τὴν πόλιν οἰκεῖν, οἳ καὶ παλαιότατοι τῆς χώρας ταύτης ἦσαν οἰκήτορες. μετὰ δὲ ταῦϑ᾽ ὁ τῶν Βοιωτῶν ἀφηγούμενος Ἰσμηνίας τοὺς μὲν Ἀργείους ἐν τῇ πόλει κατέλιπε φυλακῆς ἕνεκα, αὐτὸς δὲ πείσας ἀποστῆναι ἀπὸ Λακεδαιμονίων Αἰνιᾶνας καὶ Ἀϑαμᾶνας ἤϑροισε παρά τε τούτων καὶ τῶν συμμάχων στρατιώτας· τοὺς πάντας δ᾽ ἔχων μικρὸν ἀπολείποντας τῶν ἑξακισχιλίων ἐστράτευσεν εἰς Φωκεῖς. καταστρατοπεδεύοντος δ᾽ αὐτοῦ εἰς Νάρυκα τῆς Λοκρίδος, ἐξ ἧς φασι τὸν Αἴαντα γεγενῆσϑαι, τὸ πλῆϑος τῶν Φωκέων ἀπήντησε μετὰ τῶν ὅπλων, τὴν ἡγεμονίαν ἔχοντος Ἀλκισϑένους τοῦ Λάκωνος. γενομένης δὲ μάχης ἐπὶ πολὺν χρόνον ἰσχυρᾶς ἐκράτησαν οἱ Βοιωτοί, καὶ μέχρι νυκτὸς διώξαντες τοὺς φεύγοντας ἀνεῖλον οὐ πολὺ λείποντας τῶν χιλίων, τῶν δ᾽ ἰδίων ἀπέβαλον ἐν τῇ μάχῃ περὶ πεντακοσίους. μετὰ δὲ τὴν παράταξιν ἀμφότεροι διαλύσαντες τὸ στρατόπεδον, οἱ μὲν εἰς τὰς ἰδίας πατρίδας .... οἱ δ᾽ εἰς Κόρινϑον τὸ συνέδριον ἀγαγόντες, ἐπεὶ κατὰ νοῦν αὐτοῖς προεχώρει τὰ πράγματα, συνήγαγον ἐξ
Note a pie di pagina
1 1 ἐγκαταληφθέντας Hert.
2 5 τούτους PAFK
3 8 κατέλειπεν PA
4 10 Ἀθαμανεῖς o, corr. Wess.
5 12 ἀπολιπόντας P
6 14 δ᾽ om. P Νάρυκα Salmasius, ἄρυκας o
7 17 Ἀλκισϑένους Dind., Λακισϑένους o
8 21 ἐν om. f
9 22 στρατόπεδον Rhod., συνέδριον o (XIII 62, 5); ἀμφότεροι μὲν διέλυσαν τὰ στρατόπεδα fort. malim (c. 77, 6)
10 23 ἰδίας] οἰκείας f πατρίδας] ἀπήεσαν add. Reiske; cf. c. 37, 1 et 61, 3