Textus Originalis
310 DIODOR. XIV 82—84.
ἁπασῶν τῶν πόλεων στρατιώτας εἰς Κόρινϑον, πεζοὺς μὲν πλείους μυρίων πεντακισχιλίων, ἱππεῖς δὲ περὶ πεντακοσίους. Λακεδαιμόνιοι δ᾽ ὁρῶντες τὰς μεγίστας τῶν κατὰ τὴν Ἑλλάδα πόλεων ἐφ᾽ ἑαυτοὺς συνισταμένας, ἐψηφίσαντο τόν τε Ἀγησίλαον ἐκ τῆς Ἀσίας μεταπέμψασϑαι καὶ τὴν μετ᾽ αὐτοῦ δύναμιν. αὐτοὶ δὲ ἐν τοσούτῳ παρά τε σφῶν καὶ τῶν συμμάχων ἀϑροίσαντες πεζοὺς μὲν δισμυρίους τρισχιλίους, ἱππεῖς δὲ πεντακοσίους, ἀπήντησαν τοῖς πολεμίοις. γενομένης δὲ παρατάξεως παρὰ τὸν Νεμέαν ποταμὸν μέχρι νυκτός, ἑκατέρων προετέρησε τὰ μέρη τοῦ στρατεύματος· καὶ τῶν μὲν Λακεδαιμονίων καὶ τῶν συμμάχων ἔπεσον ἑκατὸν πρὸς τοῖς χιλίοις, Βοιωτῶν δὲ καὶ τῶν ἄλλων συμμάχων περὶ δισχιλίους ὀκτακοσίους. Ἀγησίλαος δὲ τὴν δύναμιν ἐκ τῆς Ἀσίας διαβιβάσας εἰς τὴν Εὐρώπην, τὸ μὲν πρῶτον Θρᾳκῶν τινῶν ἀπαντησάντων αὐτῷ πολλῇ στρατιᾷ, μάχῃ τε ἐνίκησε καὶ τοὺς πλείστους τῶν βαρβάρων ἀνεῖλε· μετὰ δὲ ταῦτα διὰ Μακεδονίας τὴν πορείαν ἐποιεῖτο, τὴν αὐτὴν διεξιὼν χώραν ἣν καὶ Ξέρξης ἐπορεύϑη, καϑ' ὃν καιρὸν ἐστράτευσεν ἐπὶ τοὺς Ἕλληνας. Ἀγησίλαος μὲν οὖν διὰ Μακεδονίας καὶ Θετταλίας πορευϑείς, ὡς διῆλϑε τὰ περὶ Θερμοπύλας στενά, .... τὴν πορείαν ἐποιεῖτο. Κόνων δὲ ὁ Ἀϑηναῖος καὶ Φαρνάβαζος ἀφηγοῦντο μὲν τοῦ βασιλικοῦ στόλου, διέτριβον δὲ περὶ
Note a pie di pagina
1 18 πολλῇ στρατιᾷ] πολλῆς στρατιᾶς PA, μετὰ πολλῆς στρατιᾶς c (cf. p. 313, 1)
2 25 τὰ περὶ A, τὰς περὶ P, τὰ περὶ τὰς c στενά ΘΙΒΚΘΟ, στενήν o] σύντομον vel ὀξεῖαν vel διὰ τῆς Φωκίδος add. Reiske, εὔτονον Bezzel