Textus Originalis

32 DIODOR. XIII 19. 20.

32 DIODOR. XIII 19. 20.

τὴν σύμμαχον Κατάνην, παλινοδίαν δὲ καταναγκάσαντες ποιήσασϑαι διὰ τοῦ ᾿Ελωρίου πεδίου, πρὸς τῷ ᾿Ασινάρῳ ποταμῷ περικυκλώσαντες ἀπέκτειναν μὲν μυρίους ὀκτακισχιλίους, ἐζώγρησαν δὲ ἑπτακισχιλίους, ἐν οἷς καὶ τοὺς στρατηγοὺς Δημοσϑένην καὶ Νικίαν: οἱ δὲ λοιποὶ διηρπάσϑησαν ὑπὸ τῶν στρατιωτῶν. οἱ γὰρ ᾿Αϑηναῖοι πάντοϑεν ἀποκλειομένης τῆς σωτηρίας ἠναγκάσϑησαν τὰ ὅπλα καὶ ἑαυτοὺς παραδοῦναι τοῖς πολεμίοις. τούτων δὲ πραχϑέντων οἱ Συρακόσιοι στήσαντες δύο τρόπαια, καὶ τὰ τῶν στρατηγῶν ὅπλα πρὸς ἑκάτερον προσηλώσαντες, ἀνέστρεψαν εἰς τὴν πόλιν. 20 Τότε μὲν οὖν τοῖς ϑεοῖς ἔϑυσαν πανδημεί, τῇ δ᾽ ὑστεραίᾳ συναχϑείσης ἐκκλησίας ἐβουλεύοντο, πῶς χρήσονται τοῖς αἰχμαλώτοις. Διοκλῆς δέ τις, τῶν δημαγωγῶν ἐνδοξότατος ὤν, ἀπεφήνατο γνώμην ὡς δέοι τοὺς μὲν στρατηγοὺς τῶν ᾿Αϑηναίων μετ᾽ αἰκίας ἀνελεῖν, τοὺς δ᾽ ἄλλους αἰχμαλώτους ἐν μὲν τῷ παρόντι τεϑῆναι πάντας εἰς τὰς λατομίας, μετὰ δὲ ταῦτα τοὺς μὲν συμμαχήσαντας τοῖς ᾿Αϑηναίοις λαφυροπωλῆσαι, τοὺς δ᾽ ᾿Αϑηναίους ἐργαζομένους ἐν τῷ δεσμωτηρίῳ λαμβάνειν ἀλφίτων δύο κοτύλας. ἀναγνωσϑέντος δὲ τοῦ ψηφίσματος ῾Ερμοκράτης παρελϑὼν εἰς τὴν ἐκκλησίαν ἐνεχείρει λέγειν, ὡς κάλλιόν ἐστι τοῦ νικᾶν τὸ τὴν νίκην ἐνεγκεῖν ἀνϑρωπίνως. ϑορυβοῦντος δὲ τοῦ δήμου καὶ τὴν δημηγορίαν οὐχ ὑπομένοντος, Νικόλαός τις,

Note a pie di pagina

1 2 ῾Ελωρίου v

2 4 ὀκτακισχιλίους, ἐζώγρησαν δὲ om. PF; cf. praef.

3 19 τεϑῆναι] καταϑεῖναι Cobet

4 23 κοτύλας Thuc. VII 87, 2, χοίνικας O