Textus Originalis

Ol. 96, 2 : 395 a. Chr. 311

Ol. 96, 2 : 395 a. Chr. 311

Λώρυμα τῆς Χερρονήσου, τριήρεις ἔχοντες πλείους τῶν ἐνενήκοντα. πυϑόμενοι δὲ ἐν Κνίδῳ τὸ ναυτικὸν τῶν πολεμίων εἶναι, τὰ πρὸς τὴν ναυμαχίαν παρεσκευάζοντο. Πείσανδρος δ᾽ ὁ τῶν Λακεδαιμονίων ναύαρχος ἐξέπλευσεν ἐκ τῆς Κνίδου τριήρεσιν ὀγδοήκοντα πέντε, καὶ κατηνέχϑη πρὸς Φύσκον τῆς Χερρονήσου. ἐκεῖϑεν δ᾽ ἐκπλεύσας περιέπεσε τῷ στόλῳ τοῦ βασιλέως, καὶ ταῖς μὲν προπλεούσαις ναυσὶ συμβαλὼν προετέρει, τῶν δὲ Περσῶν ἅμα ταῖς τριήρεσιν ἀϑρόαις παραβοηϑησάντων, ἐπειδὴ πάντες οἱ σύμμαχοι πρὸς τὴν γῆν ἔφυγον, τὴν ἰδίαν ναῦν ἐπέστρεψεν, αἰσχρὸν εἶναι νομίσας καὶ τῆς Σπάρτης ἀνάξιον τὸ φυγεῖν ἀγεννῶς. ἀγωνισάμενος δὲ λαμπρῶς καὶ πολλοὺς τῶν πολεμίων ἀνελών, τὸ τελευταῖον ἀξίως τῆς πατρίδος ἀνηρέϑη μαχόμενος. οἱ δὲ περὶ τὸν Κόνωνα μέχρι τῆς γῆς καταδιώξαντες τοὺς Λακεδαιμονίους πεντήκοντα μὲν τριήρων ἐκυρίευσαν, τῶν δ᾽ ἀνδρῶν οἱ πλεῖστοι μὲν ἐκκολυμβήσαντες κατὰ γῆν ἔφυγον, ἑάλωσαν δὲ περὶ πεντακοσίους· αἱ δὲ λοιπαὶ τριήρεις εἰς Κνίδον διεσώϑησαν. Ἀγησίλαος δὲ προσλαβόμενος ἐκ Πελοποννήσου στρατιώτας, ἐπειδὴ μετὰ τῆς δυνάμεως ἐπέβαινεν εἰς Βοιωτίαν, εὐθὺς οἱ Βοιωτοὶ μετὰ τῶν συμμάχων ἀπήντησαν εἰς Κορώνειαν. γενομένης δὲ παρατάξεως Θηβαῖοι μὲν τὸ καϑ' αὑτοὺς μέρος τρεψά-

Note a pie di pagina

1 1 Λώρυμα o, corr. Ortelius

2 2 πυνϑανόμενοι P

3 4 Πείσανδρος] Περίαρχος O

4 7 ὁ om. P

5 8 προσπλεούσαις o, corr. Reiske

6 9 Περσῶν Steph., Περσικῶν o; Φοινίκων Wurm (ex Xen. Hell. IV 3, 11)

7 13 ἀγωνισάμενος — ἀνελών om. P

8 24 εἰς Β.] τῆς Βοιωτίας Hert.

9 25 δὲ om. P