Textus Originalis
312 DIODOR. XIV 84. 85.
μενοι μέχρι τῆς παρεμβολῆς κατεδίωξαν, οἱ δ᾽ ἄλλοι μικρὸν ἀντισχόντες χρόνον ὑπ᾽ Ἀγησιλάου καὶ τῶν ἄλλων φυγεῖν ἠναγκάσϑησαν. διὸ καὶ νενικηκέναι τῇ μάχῃ Λακεδαιμόνιοι διαλαβόντες ἔστησαν τρόπαιον καὶ τοὺς νεκροὺς τοῖς πολεμίοις ὑποσπόνδους ἀπέδωκαν. ἀπέϑανον δὲ τῶν Βοιωτῶν καὶ τῶν συμμάχων πλείους τῶν ἑξακοσίων, Λακεδαιμονίων δὲ καὶ τῶν συναγωνισαμένων τριακόσιοι πεντήκοντα· καὶ αὐτὸς Ἀγησίλαος πολλοῖς περιπεπτωκὼς τραύμασιν εἰς Δελφοὺς ἐκομίσϑη, κἀκεῖ τὴν ἐπιμέλειαν τοῦ σώματος ἐποιεῖτο. Φαρνάβαζος δὲ καὶ Κόνων μετὰ τὴν ναυμαχίαν ἀνήχϑησαν ἁπάσαις ταῖς ναυσὶν ἐπὶ τοὺς τῶν Λακεδαιμονίων συμμάχους. καὶ πρῶτον μὲν Κῴους ἀπέστησαν, εἶτα Νισυρίους καὶ Τηίους. μετὰ δὲ ταῦτα Χῖοι τὴν φρουρὰν ἐκβαλόντες προσέϑεντο τοῖς περὶ Κόνωνα· παραπλησίως δὲ μετέβαλον καὶ Μιτυληναῖοι καὶ Ἐφέσιοι καὶ Ἐρυϑραῖοι. τοιαύτη δὲ τῆς μεταστάσεως σπουδή τις εἰς τὰς πόλεις ἐνέπεσεν, ὧν αἱ μὲν ἐκβάλλουσαι τὰς φρουρὰς τῶν Λακεδαιμονίων τὴν ἐλευϑερίαν διεφύλαττον, αἱ δὲ τοῖς περὶ Κόνωνα προσετίϑεντο. καὶ Λακεδαιμόνιοι μὲν ἀπὸ τούτου τοῦ χρόνου τὴν κατὰ ϑάλατταν ἀρχὴν ἀπέ-
Note a pie di pagina
1 2 καὶ τῶν ἄλλων] ἐπὶ τὸν Ἑλικῶνα Wurm (Xen. Hell. IV 3, 17)
2 3 νενικηκέναι add. (post Λακεδαιμόνιοι) L2
3 5 ὑποσπόνδους om. v
4 6 ἀπέδωκαν Dind., ἔδωκαν o
5 11 τοῦ om. P
6 15 Νισυραίους Palmerius, Νισυαίους o Τίους v
7 16 ἐκβάλλοντες P
8 17 μετεβάλοντο fort. καὶ om. o-PAL
9 18 μιτυληνέοι P ερυϑρέοι P τοιαύτη τῆς μεταστάσεως σπουδή Reiske (cf. c. 18, 7. XVI 64, 2), τοιαύτης δὲ τῆς καταστάσεως οὔσης σπουδή o
10 19 τις] τῆς P
11 20 ἐκβάλουσαι P, ἐκβαλοῦσαι Dind.