Textus Originalis

Ol. 96, 3 : 394 a. Chr. 313

Ol. 96, 3 : 394 a. Chr. 313

βαλον, οἱ δὲ περὶ Κόνωνα κρίναντες παντὶ τῷ στόλῳ πλεῖν ἐπὶ τὴν Ἀττικὴν ἀνέξευξαν, καὶ τὰς Κυκλάδας νήσους προσαγαγόμενοι κατέπλευσαν ἐπὶ Κύϑηρα τὴν νῆσον. εὐϑὺ δὲ ταύτης ἐξ ἐφόδου κυριεύσαντες τοὺς μὲν Κυϑηρίους ὑποσπόνδους ἐξέπεμψαν εἰς τὴν Λακωνικήν, αὐτοὶ δὲ καταλιπόντες τῆς πόλεως τὴν ἱκανὴν φρουρὰν ἔπλεον ἐπὶ Κορίνϑου. ἐκεῖ δὲ καταπλεύσαντες τοῖς συνέδροις διελέχϑησαν ὑπὲρ ὧν ἤϑελον, καὶ συμμαχίαν ποιησάμενοι τούτοις μὲν χρήματα κατέλιπον, αὐτοὶ δ᾽ εἰς τὴν Ἀσίαν ἐξέπλευσαν. Περὶ δὲ τὸν αὐτὸν χρόνον Ἀέροπος ὁ τῶν Μακεδόνων βασιλεὺς ἐτελεύτησε νόσῳ, βασιλεύσας ἔτη ἕξ· τὴν δ᾽ ἡγεμονίαν διαδεξάμενος Παυσανίας ὁ υἱὸς ἦρξεν ἐνιαυτόν. Θεόπομπος δ᾽ ὁ Χῖος τὴν τῶν Ἑλληνικῶν σύνταξιν κατέστροφεν εἰς τοῦτον τὸν ἐνιαυτὸν καὶ εἰς τὴν περὶ Κνίδον ναυμαχίαν, γράψας βύβλους δώδεκα. ὁ δὲ συγγραφεὺς οὗτος ἦρκται μὲν ἀπὸ τῆς περὶ Κυνὸς σῆμα ναυμαχίας, εἰς ἣν Θουκυδίδης κατέληξε τὴν πραγματείαν, ἔγραψε δὲ χρόνον ἐτῶν δεκαεπτά. Ἐπεὶ δὲ ὁ ἐνιαυσιαῖος χρόνος διεληλύϑει, Ἀϑήνησι μὲν Εὐβουλίδης ἦρξεν, ἐν Ῥώμῃ δὲ τὴν ὑπα-

Note a pie di pagina

1 1 περὶ P, περὶ τὸν v κρίναντες παντὶ τῷ στόλῳ PAF(L), σὺν παντὶ τ. στ. κρίναντες c

2 3 προσαγόμενοι o, corr. Eich.

3 6 καταλειπόντες P

4 8 Κορινϑίους o, corr. Dind. συνεδρίοις P

5 9 διηλέχϑ. P, διειλέχϑ. v ἤϑελον] ἦλϑον Dobraeus

6 10 κατέλειπον PA

7 11 κατέπλευσαν P (c. 90, 7)

8 12 δὲ om. P

9 15 υἱὸς P (et Wess.), ὁ υἱός (v? et) Steph.

10 16 κατέστρεφεν o, corr. Dind.

11 17 κνίδου P

12 19 κυνόσημα PA

13 20 τὴν add. Reiske

14 22 ἐνιαύσιος Dind.