Textus Originalis

314 DIODOR. XIV 85. 86.

314 DIODOR. XIV 85. 86.

τικὴν ἀρχὴν διῴκουν χιλίαρχοι ἕξ, Λεύκιος Σέργιος, Αὖλος Ποστούμιος, Πόπλιος Κορνήλιος, Κόιντος Μάνλιος. περὶ δὲ τούτους τοὺς χρόνους Κόνων τοῦ βασιλικοῦ στόλου τὴν ἡγεμονίαν ἔχων, ὀγδοήκοντα τριήρεσι καταπλεύσας εἰς τὸν Πειραιέα τοῖς πολίταις ὑπέσχετο τὸν περίβολον τῆς πόλεως ἀνοικοδομήσειν· τοῦ γὰρ Πειραιέως τὰ τείχη καὶ τὰ μακρὰ σκέλη καϑῄρητο κατὰ τὰς Λακεδαιμονίων συνϑήκας, ὅτε κατεπονήϑησαν ἐν τῷ Πελοποννησιακῷ πολέμῳ. ὁ δ᾽ οὖν Κόνων μισϑωσάμενος πλῆϑος τεχνιτῶν, καὶ τὸν ἐκ τῶν πληρωμάτων ὄχλον εἰς ὑπηρεσίαν παραδούς, ταχέως τὸ πλεῖστον μέρος τοῦ τείχους ἀνῳκοδόμησε· καὶ γὰρ Θηβαῖοι πεντακοσίους τεχνίτας καὶ λιϑοτόμους ἀπέστειλαν, καί τινες ἄλλαι τῶν πόλεων παρεβοήϑησαν. Τιρίβαζος δ᾽ ὁ τῶν κατὰ τὴν Ἀσίαν πεζῶν δυνάμεων ἀφηγούμενος ἐφϑόνει ταῖς τοῦ Κόνωνος εὐπραξίαις, καὶ πρόφασιν μὲν λαβὼν ὅτι ταῖς βασιλικαῖς δυνάμεσι τὰς πόλεις Ἀϑηναίοις κατακτᾶται, προαγαγόμενος δ᾽ αὐτὸν εἰς Σάρδεις συνέλαβε καὶ δήσας εἰς φυλακὴν κατέϑετο. Ἐν δὲ τῇ Κορίνϑῳ τινὲς τῶν ἐπιϑυμούντων δημοκρατίας συστραφέντες ἀγώνων ὄντων ἐν τῷ ϑεάτρῳ φόνον ἐποίησαν καὶ στάσεως ἐπλήρωσαν τὴν

Note a pie di pagina

1 2 Αὖλος om. A Κορνήλιος] Σέξστος Κένσιος add. o-PA Κόιντος om. A; Aulus fasti (Liv. V 16)

2 3 Μάνλιος P, Μάλιος AFK, Μάλλιος c; καὶ Ἀνίτιος Κάμιλλος add. o-PA

3 7 τοῦ PA, τοῦ τε c

4 15 Τηρίβαζος o-PA

5 17 μὲν del. Reiske

6 19 προαγόμενος o, corr. Eich.

7 21 ἐπιϑυμούντων (ἐπιϑυμητῶν c. 3, 3) δημοκρατίας Wurm, ἐπιϑυμίᾳ κρατούντων o; τῆς δημοκρατίας ἐπιϑυμούντων Madvig, τῶν ἐπικρατούντων τοῦ δήμου Bezzel