Textus Originalis

Ol. 96, 3 : 394 a. Chr. 315

Ol. 96, 3 : 394 a. Chr. 315

πόλιν· συνεπιλαβομένων δὲ αὐτοῖς τῆς τόλμης Ἀργείων, ἑκατὸν μὲν καὶ εἴκοσι τῶν πολιτῶν ἀπέσφαξαν, πεντακοσίους δ᾽ ἐφυγάδευσαν. Λακεδαιμονίων δὲ παρασκευαζομένων κατάγειν καὶ δύναμιν ἀϑροιζόντων, Ἀϑηναῖοι καὶ Βοιωτοὶ παρεβοήϑουν τοῖς σφαγεῦσιν, ὅπως τὴν πόλιν ἐξιδιοποιήσωνται. καὶ οἱ μὲν φυγάδες μετὰ Λακεδαιμονίων καὶ τῶν συμμάχων ἐπὶ τὸ Λέχαιον καὶ τὸν ναύσταϑμον ἐπελϑόντες νυκτὸς κατὰ κράτος εἷλαν· τῇ δ᾽ ὑστεραίᾳ τῶν ἐκ τῆς πόλεως ἐπεξελϑόντων, ὧν Ἰφικράτης ἡγεῖτο, συνέβη γενέσϑαι μάχην, ἐν ᾗ Λακεδαιμόνιοι νικήσαντες οὐκ ὀλίγους ἀπέκτειναν. μετὰ δὲ ταῦτα οἵ τε Βοιωτοὶ καὶ Ἀϑηναῖοι, πρὸς δὲ τούτοις Ἀργεῖοι καὶ Κορίνϑιοι πάσῃ τῇ δυνάμει παρελϑόντες εἰς τὸ Λέχαιον, τὸ μὲν πρῶτον πολιορκήσαντες τὸ χωρίον [τὸ] ἐντὸς τοῦ διατειχίσματος εἰσεβιάζοντο· μετὰ δὲ ταῦτα τῶν Λακεδαιμονίων καὶ τῶν φυγάδων λαμπρῶς ἀγωνισαμένων ἐξεώσϑησαν οἱ Βοιωτοὶ καὶ οἱ μετ᾽ αὐτῶν ἅπαντες. οὗτοι μὲν οὖν περὶ χιλίους τῶν στρατιωτῶν ἀποβαλόντες εἰς τὴν πόλιν ἀπεχώρησαν. εὐθὺ δὲ τῶν Ἰσϑμίων ἐπελϑόντων διεφέροντο περὶ τῆς ϑέσεως τοῦ ἀγῶνος· καὶ πολλὰ φιλονεικησάντων ἐκράτησαν οἱ Λακεδαιμόνιοι καὶ τοὺς φυγάδας ἐποίησαν ϑεῖναι τὸν ἀγῶνα. τῶν δὲ κατὰ τὸν πόλεμον δεινῶν σχεδόν τι περὶ τὴν Κόρινϑον γενομένων ὁ πόλεμος οὗτος ἐκλήϑη Κορινϑιακός, καὶ διέμεινεν ἔτη ὀκτώ.

Note a pie di pagina

1 1 δὲ αὐτοῖς] δ᾽ ἐπαυτῶ P

2 2 μὲν ἑκατὸν PAF

3 6 σφαγίσιν P, σφαγεῖσιν A

4 8 λεχαῖον P (et infra)

5 15 ἐκπολιορκήσαντες malim

6 16 τὸ del. Eich., εἰς τὸ Rhod.

7 23 φιλονεικήσαντες P