Textus Originalis
316 DIODOR. XIV 87. 88.
Κατὰ δὲ τὴν Σικελίαν Ῥηγῖνοι κατηγοροῦντες Διονυσίου ὅτι Μεσσήνην τειχίζων ἐπ᾽ αὐτοὺς κατασκευάζεται, πρῶτον μὲν τοὺς ὑπὸ Διονυσίου φυγαδευομένους καὶ τἀναντία πράττοντας ὑπεδέξαντο, μετὰ δὲ ταῦτα τῶν Ναξίων καὶ Καταναίων τοὺς ὑπολειπομένους εἰς Μύλας κατοικίσαντες, δύναμιν παρεσκευάζοντο καὶ στρατηγὸν Ἕλωριν ἐξέπεμψαν πολιορκήσοντα Μεσσήνην. τούτου δὲ τὴν ἐπίϑεσιν κατὰ τὴν ἀκρόπολιν ποιησαμένου παραβόλως, οἱ κατέχοντες τὴν πόλιν Μεσσήνιοι καὶ Διονυσίου μισϑοφόροι συστραφέντες ἀπήντησαν. γενομένης δὲ μάχης ἑνίκων οἱ Μεσσήνιοι καὶ πλείους τῶν πεντακοσίων ἀπέκτειναν. εὐθὺ δ᾽ ἐπὶ τὰς Μύλας ἐπελϑόντες εἷλον τὴν πόλιν, καὶ τοὺς οἰκισϑέντας ἐν αὐτῇ Ναξίους ὑποσπόνδους ἀφῆκαν. οὗτοι μὲν οὖν εἴς τε Σικελοὺς καὶ [τὰς ἄλλας] τὰς Ἑλληνίδας πόλεις ἀπελϑόντες ἄλλοι κατ᾽ ἄλλους τόπους κατῴκησαν· ὁ δὲ Διονύσιος, τῶν περὶ τὸν πορϑμὸν αὐτῷ τόπων κατεσκευασμένων φιλίων, διενοεῖτο μὲν ἐπὶ Ῥήγιον στρατιὰν ἄγειν, παρηνωχλεῖτο δ᾽ ὑπὸ τῶν τὸ Ταυρομένιον κατειληφότων Σικελῶν. διόπερ κρίνας συμφέρειν τούτοις ἐπιϑέσϑαι πρώτοις, ἐξήγαγεν ἐπ᾽ αὐτοὺς τὴν δύναμιν, καὶ στρατοπεδεύσας ἐκ τοῦ πρὸς τὴν Νάξον μέρους προσεκαρτέρει τῇ πολιορκίᾳ τὸν χειμῶνα, νομίζων τοὺς Σικελοὺς ἐκλείψειν τὸν λόφον διὰ τὸ μὴ πάλαι κατῳκηκέ-
Note a pie di pagina
1 2 αὐτοὺς] ἐπιτείχισμα add. Reiske
2 6 τῶν ἀξίων P
3 7 ἐλόφιν P
4 14 Ναξίους] καὶ Καταναίους add. Wurm
5 15 οὗτοι Eich., αὐτοὶ o
6 16 τὰς ἄλλας del. Wurm (cf. 84, 1. 110, 4), τὰς del. Reiske
7 17 ἐπελθόντες o, corr. Eich.
8 18 τῶν] τὸν P τὸν add. Reiske (c. 56, 1)
9 21 τὸ om. v