Textus Originalis

Ol. 96, 3 : 394 a. Chr. 317

Ol. 96, 3 : 394 a. Chr. 317

ναι. οἱ δὲ Σικελοὶ παρὰ τῶν πατέρων ἐκ παλαιοῦ παρειληφότες ὅτι τὰ μέρη ταῦτα τῆς νήσου Σικελῶν κατεχόντων Ἕλληνες πρώτως καταπλεύσαντες ἔκτισαν μὲν Νάξον, ἐξέβαλον δ᾽ ἐκ τούτου τοῦ λόφου τοὺς τότε κατοικοῦντας Σικελούς· διὸ δὴ φάσκοντες πατρῴαν ἀνακτήσασϑαι χώραν καὶ περὶ ὧν εἰς τοὺς ἑαυτῶν προγόνους ἐξήμαρτον Ἕλληνες ἀμύνασϑαι δικαίως, ἐφιλοτιμοῦντο κατασχεῖν τὸν λόφον. ὑπερβαλλούσης δὲ φιλονεικίας παρ᾽ ἀμφοτέροις οὔσης, ἔτυχον μὲν οὖσαι τροπαὶ χειμεριναί, καὶ διὰ τοὺς ἐπιγινομένους χειμῶνας ὁ περὶ τὴν ἀκρόπολιν τόπος πλήρης ἦν χιόνος. ἐνταῦϑα δὴ Διονύσιος τοὺς Σικελοὺς διὰ τὴν ὀχυρότητα καὶ τὴν ὑπερβολὴν τοῦ τείχους ῥᾳϑυμοῦντας περὶ τὴν κατὰ τὴν ἀκρόπολιν φυλακὴν εὑρών, ὥρμησε νυχτὸς ἀσελήνου καὶ χειμερίου πρὸς τοὺς ἀνωτάτω τόπους. πολλὰ δὲ κακοπαϑήσας διά τε τὴν τῶν κρημνῶν δυσχέρειαν καὶ τὸ πλῆϑος τῆς χιόνος, μιᾶς μὲν ἀκροπόλεως ἐκυρίευσε, καὶ τὸ πρόσωπον ἐξήλκωσε καὶ τὰς ὄψεις ἔβλαψε διὰ τὸ ψῦχος· μετὰ δὲ ταῦτα εἰς τὸ ἕτερον μέρος παρεισπεσὼν εἰσήγαγε τὴν δύναμιν εἰς τὴν πόλιν. τῶν δὲ Σικελῶν ἀϑρόων βοηϑησάντων ἐξεώσϑησαν οἱ μετὰ τοῦ Διονυσίου, καὶ αὐτὸς ἐν τῇ φυγῇ τυπτόμενος εἰς τὸν ϑώρακα περιεκυλίσϑη, καὶ παρ᾽ ὀλίγον συνελήφϑη ζῶν. τῶν δὲ

Note a pie di pagina

1 3 πρῶτος P

2 4 ἐκ τούτου τοῦ λόφου] ἐκ τουτου στόλου P, ἐκτὸς τοῦ στόλου AHF, ἐκτὸς τοῦ τόπου c

3 7 ἀμύνασθαι PAJKL, ἀμύνεσθαι c

4 9 ὑπερβαλούσης PF παρ᾽] καὶ παρ P

5 10 καὶ διὰ] διὰ δὲ fort.

6 11 ἐπιγενομένους o

7 14 ὕψους] ψύχους Madvig ex XVII 82, 2

8 16 ἀγνωτάτους

9 18 καὶ om. P

10 22 ἀϑρόων Dind., ἀϑρόως o