Textus Originalis
318 DIODOR. XIV 88—91.
Σικελῶν ἐπικειμένων ἐξ ὑπερδεξίων τόπων, ἀνῃρέϑησαν μὲν τῶν μετὰ Διονυσίου πλείους τῶν ἑξακοσίων, ἀπέβαλον δὲ τὰς πανοπλίας οἱ πλεῖστοι· καὶ αὐτὸς δὲ ὁ Διονύσιος μόνον τὸν ϑώρακα διέσωσεν. μετὰ δὲ τὴν ἀτυχίαν ταύτην Ἀκραγαντῖνοι καὶ Μεσσήνιοι τοὺς τὰ Διονυσίου φρονοῦντας μεταστησάμενοι, τῆς ἐλευϑερίας ἀντείχοντο καὶ τῆς τοῦ τυράννου συμμαχίας ἀπέστησαν. Παυσανίας δὲ ὁ τῶν Λακεδαιμονίων βασιλεὺς ἐγκαλούμενος ὑπὸ τῶν πολιτῶν ἔφυγεν, ἄρξας ἔτη δεκατέτταρα· τὴν δὲ βασιλείαν διαδεξάμενος ὁ υἱὸς Ἀγησίπολις ἦρξε τὸν ἴσον τῷ πατρὶ χρόνον. ἐτελεύτησε δὲ καὶ Παυσανίας ὁ τῶν Μακεδόνων βασιλεύς, ἀναιρεϑεὶς ὑπὸ Ἀμύντου δόλῳ, ἄρξας ἐνιαυτόν· τὴν δὲ βασιλείαν κατέσχεν Ἀμύντας, καὶ ἦρξεν ἔτη εἴκοσι τέσσαρα. Τοῦ δὲ ἔτους τούτου διεληλυϑότος Ἀϑήνησι μὲν παρέλαβε τὴν ἀρχὴν Δημόστρατος, ἐν Ῥώμῃ δὲ τὴν ὑπατικὴν ἀρχὴν διῴκουν χιλίαρχοι ἕξ, Λεύκιος Τιτίνιος, Πόπλιος Λικίνιος, Πόπλιος Μελαῖος, Κόιντος Μάλλιος, Γναῖος Γενούκιος, Λεύκιος Ἀτίλιος. τούτων δὲ τὴν ἀρχὴν παρειληφότων Μάγων ὁ τῶν Καρχηδονίων στρατηγὸς διέτριβε μὲν ἐν Σικελίᾳ, τὰ δὲ πράγματα τῶν Καρχηδονίων ἀπὸ τῆς γεγενημένης συμφορᾶς ἀνελάμβανε· ταῖς τε γὰρ ὑποτεταγμέναις πόλεσι φιλανϑρώπως προσεφέρετο καὶ τοὺς
Note a pie di pagina
1 1 ἐξ om. PA
2 12 Ἀγησίλαος FK
3 19 Τιτίνιος om. A
4 20 Μελαῖος] Μενίλιος (omisso Πόπλιος) A, Μαίλιος Rhod. ex fastis, (Liv. V 18) — Κόιντος Μάλλιος om. A; Q. Manlius fasti
5 21 Γενούκιος καὶ Λεύκιος v (om. A)