Textus Originalis

Ol. 96, 4 : 393 a. Chr. 319

Ol. 96, 4 : 393 a. Chr. 319

ὑπὸ Διονυσίου πολεμουμένους ὑπεδέχετο. ἐποιήσατο δὲ καὶ πρὸς τοὺς πλείστους τῶν Σικελῶν συμμαχίας, καὶ δυνάμεις ἀϑροίσας ἐστράτευσεν εἰς τὴν Μεσσηνίαν. λεηλατήσας δὲ τὴν χώραν καὶ πολλῆς ὠφελείας ἐγκρατὴς γενόμενος ἀνέζευξε καὶ πρὸς Ἀβακαίνῃ πόλει συμμαχίδι κατεστρατοπέδευσεν. Διονυσίου δὲ ἐπελϑόντος μετὰ τῆς δυνάμεως παρετάχϑησαν, καὶ γενομένης καρτερᾶς μάχης ἐνίκησαν οἱ περὶ Διονύσιον. καὶ οἱ μὲν Καρχηδόνιοι πλείους ὀκτακοσίων ἀποβαλόντες ἔφυγον εἰς τὴν πόλιν, Διονύσιος δὲ τότε μὲν εἰς Συρακούσας ἀνέζευξε. μετὰ δέ τινας ἡμέρας ἑκατὸν τριήρεις πληρώσας ἐστράτευσεν ἐπὶ Ῥηγίνους. ἀπροσδοκήτως δὲ νυχτὸς ἐπιφανεὶς τῇ πόλει τὰς πύλας ἐνέπρησε καὶ τοῖς τείχεσι προσήρεισε κλίμακας. οἱ δὲ Ῥηγῖνοι τὸ μὲν πρῶτον ὀλίγοι προσβοηϑήσαντες ἐπεχείρουν σβεννύναι τὴν φλόγα· μετὰ δὲ ταῦτα Ἕλωριδος τοῦ στρατηγοῦ παραγενομένου καὶ συμβουλεύσαντος τἀναντία πράττειν ἔσωσαν τὴν πόλιν. σβεννύντες μὲν γὰρ τὸ πῦρ οὐκ ἂν ἴσχυσαν Διονύσιον κωλῦσαι εἰσελϑεῖν, ὀλίγοι παντελῶς ὄντες, ἐκ δὲ τῶν ἐγγὺς οἰκιῶν ἐνέγκαντες φρύγανα καὶ ξύλα τὴν φλόγα κατεσκεύαζον μείζονα, μέχρι ὅτου τὸ πλῆϑος ἐν τοῖς ὅπλοις ἀϑροισϑὲν παρεβοήϑησεν. Διονύσιος δὲ τῆς ἐπιβολῆς ἀποτυχὼν ἐπῆλϑε τὴν χώραν ἐμπυρίζων καὶ δενδροτομῶν, καὶ μετὰ ταῦτ᾽ ἐνιαυσίους ἀνοχὰς ποιησάμενος ἐξέπλευσεν ἐπὶ Συρακουσῶν. οἱ δὲ τὴν Ἰταλίαν κατοικοῦντες Ἕλληνες ἑώρων μὲν

Note a pie di pagina

1 6 Ἀβακαίνῳ A, cf. p. 181, 22

2 15 προσέρισσε P

3 23 μέχρις v

4 26 ἐνιαυσιαίους o-PL