Textus Originalis
320 DIODOR. XIV 91—93.
μέχρι τῆς ἑαυτῶν χώρας προβαίνουσαν τὴν Διονυσίου πλεονεξίαν, συμμαχίαν δὲ πρὸς ἀλλήλους ἐποιήσαντο καὶ συνέδριον ἐγκατεσκεύαζον. ἤλπιζον γὰρ τὸν Διονύσιον ῥᾳδίως ἀμυνεῖσϑαι καὶ τοῖς παροικοῦσι Λευκανοῖς ἀντιτάξεσϑαι· καὶ γὰρ οὗτοι τότε διεπολέμουν πρὸς αὐτούς. Οἱ δὲ τὸ Λέχαιον τῆς Κορινϑίας κατέχοντες φυγάδες νυκτὸς ὑπό τινων εἰσαχϑέντες ἐνεχείρησαν μὲν καταλαμβάνειν τὰ τείχη, τῶν δὲ μετ᾽ Ἰφικράτους ἐκβοηϑησάντων τριακοσίους ἐξ αὑτῶν ἀποβαλόντες ἔφυγον ἐπὶ τὸν ναύσταϑμον. μετὰ δέ τινας ἡμέρας τῶν Λακεδαιμονίων μέρος τῆς στρατιᾶς διῄει διὰ τῆς Κορινϑίας χώρας, οἷς Ἰφικράτης καί τινες τῶν ἐν Κορίνϑῳ συμμάχων ἐπιπεσόντες τοὺς πλείστους ἀνεῖλον. Ἰφικράτης δὲ μετὰ τῶν πελταστῶν ἐπὶ Φλιασίαν στρατεύσας, καὶ μάχην τοῖς ἐκ τῆς πόλεως συνάψας, τούτων μὲν πλείους τριακοσίων ἀπέκτεινε. μετὰ δὲ ταῦτα ἐπὶ Σικυῶνα αὐτοῦ πορευϑέντος, οἱ Σικυώνιοι παραταξάμενοι πρὸ τῶν τειχῶν ἀπέβαλον περὶ πεντακοσίους καὶ συνέφυγον εἰς τὴν πόλιν. Τούτων δὲ πραχϑέντων Ἀργεῖοι μετὰ τῶν ὅπλων πανδημεὶ στρατεύσαντες εἰς Κόρινϑον τήν τ᾽ ἀκρόπολιν κατελάβοντο καὶ τὴν πόλιν ἐξιδιοποιησάμενοι τὴν Κορινϑίων χώραν Ἀργείαν ἐποίησαν. ἐπεβάλετο δὲ καὶ Ἰφικράτης ὁ Ἀϑηναῖος καταλαβέσϑαι
Note a pie di pagina
1 3 γὰρ] οὕτω add. Reiske
2 5 ἀντιτάξασθαι o, corr. Steph.
3 7 λεχαῖον P Κορίνϑου o-PAL
4 14 ἐν Κορίνϑῳ om. c
5 16 Φλιασίαν Wess, Φλίας P, Φλιὰς v
6 18 σικυῶνοι P
7 23 Κόρινϑον] τήν τε Κόρινϑον add. c
8 25 τε PAF