Textus Originalis

Ol. 91, 4 : 413 a. Chr. 33

Ol. 91, 4 : 413 a. Chr. 33

ἐστερημένος ἐν τῷ πολέμῳ δυεῖν υἱῶν, ἀνέβαινεν ἐπὶ τὸ βῆμα κατεχόμενος ὑπὸ τῶν οἰκετῶν διὰ τὸ γῆρας: ὃν ὡς εἶδεν ὁ δῆμος, ἔληξε τοῦ ϑορύβου, νομίζων κατηγορήσειν τῶν αἰχμαλώτων. γενομένης οὖν σιωπῆς ὁ πρεσβύτερος ἐντεῦϑεν ἤρξατο τῶν λόγων. 21 Τῶν κατὰ τὸν πόλεμον ἀτυχημάτων, ἄνδρες Συρακόσιοι, μέρος οὐκ ἐλάχιστον ἐγὼ μετέσχηκα: δυεῖν γὰρ υἱῶν γενόμενος πατὴρ ἐξέπεμψα μὲν αὐτοὺς εἰς τὸν ὑπὲρ τῆς πατρίδος κίνδυνον, ὑπεδεξάμην δ᾽ ἀντ᾽ αὐτῶν ἀγγελίαν, ἣ τὸν ἐκείνων ϑάνατον ἐμήνυεν. διὸ καὶ καϑ᾽ ἡμέραν ἐπιζητῶν τὴν συμβίωσιν, καὶ τὴν τελευτὴν ἀναλογιζόμενος, ἐκείνους μὲν μακαρίζω, τὸν ἐμαυτοῦ δὲ βίον ἐλεῶ, πάντων ἡγούμενος εἶναι δυστυχέστατος. ἐκεῖνοι μὲν γὰρ τὸν ὀφειλόμενον τῇ φύσει ϑάνατον εἰς πατρίδος σωτηρίαν ἀναλώσαντες ἀϑάνατον ἑαυτῶν δόξαν καταλελοίπασιν, ἐγὼ δ᾽ ἐπὶ τῆς ἐσχάτης ἡλικίας ἔρημος ὢν τῶν ϑεραπευσόντων τὸ γῆρας διπλοῦν ἔχω τὸ πένϑος, τὴν συγγένειαν ἅμα καὶ ἀρετὴν ἐπιζητῶν: ὅσῳ γὰρ εὐγενέστερον ἐτελεύτησαν, τοσούτῳ ποϑεινοτέραν τὴν ὑπὲρ αὐτῶν μνήμην καταλελοίπασιν. εἰκότως οὖν μισῶ τοὺς ᾿Αϑηναίους, δι᾽ ἐκείνους οὐχ ὑπὸ τῶν τέκνων, ἀλλ᾽ ὑπὸ οἰκετῶν, ὡς ὁρᾶτε, χειραγωγούμενος. εἰ μὲν οὖν ἑώρων, ὦ ἄνδρες Συρακόσιοι, τὴν παροῦσαν ἐνεστηκέναι βουλὴν ὑπὲρ ᾿Αϑηναίων, εἰκότως ἂν καὶ διὰ τὰς κοινὰς τῆς πατρίδος συμφορὰς καὶ διὰ τὰς

Note a pie di pagina

1 5 πρεσβύτης Cobet

2 11 ἀντ᾽ add. Reiske

3 21 τοσοῦτο PA

4 22 αὑτῶν O-PA

5 24 οἰκετῶν PF, τῶν οἰκετῶν c