Textus Originalis
Ol. 96, 4 : 393 a. Chr. 321
τὴν πόλιν, ἐπιτήδειον οὖσαν εἰς τὴν τῆς Ἑλλάδος ἡγεμονίαν· τοῦ δὲ δήμου κωλύσαντος οὗτος μὲν ἀπέϑετο τὴν ἀρχήν, οἱ δ᾽ Ἀϑηναῖοι Χαβρίαν ἀντ᾽ αὐτοῦ στρατηγὸν εἰς τὴν Κόρινϑον ἐξέπεμψαν. Κατὰ δὲ τὴν Μακεδονίαν Ἀμύντας ὁ Φιλίππου πατὴρ Ἰλλυριῶν ἐμβαλόντων εἰς Μακεδονίαν ἐξέπιπτεν ἐκ τῆς χώρας· ἀπογνοὺς δὲ τὴν ἀρχὴν Ὀλυνϑίοις μὲν τὴν σύνεγγυς χώραν ἐδωρήσατο, αὐτὸς δὲ τότε μὲν ἀπέβαλε τὴν βασιλείαν, μετ᾽ ὀλίγον δὲ χρόνον ὑπὸ Θετταλῶν καταχϑεὶς ἀνεκτήσατο τὴν ἀρχήν, καὶ ἐβασίλευσεν ἔτη εἴκοσι τέτταρα. ἔνιοι δέ φασι μετὰ τὴν ἔκπτωσιν τὴν Ἀμύντου διετῆ χρόνον Ἀργαῖον βασιλεῦσαι τῶν Μακεδόνων, καὶ τότε τὸν Ἀμύνταν ἀνακτήσασϑαι τὴν βασιλείαν. Περὶ δὲ τὸν αὐτὸν χρόνον καὶ Σάτυρος ὁ Σπαρτάκου μὲν υἱός, βασιλεὺς δὲ Βοσπόρου, ἐτελεύτησεν, ἄρξας ἔτη τετταράκοντα [τέτταρα]· τὴν ἡγεμονίαν δὲ διεδέξατο ὁ υἱὸς Λεύκων ἐπὶ ἔτη τετταράκοντα. Κατὰ δὲ τὴν Ἰταλίαν Ῥωμαῖοι πολιορκοῦντες ἑνδέκατον ἔτος Βηίους κατέστησαν αὐτοκράτορα μὲν Μάρκον Φούριον, ἵππαρχον δὲ Πόπλιον Κορνήλιον. οὗτοι δὲ ἀναλαβόντες τὰς δυνάμεις Βηίους ἐξεπολιόρκησαν διώρυγα κατασκευάσαντες, καὶ τὴν πόλιν ἐξανδραποδισάμενοι τούς τε ἄνδρας καὶ τὴν ἄλλην
Note a pie di pagina
1 1 πόλιν Dind., χώραν o
2 6 ἱλυρίων P
3 7 χώρας Dind., πόλεως o; βασιλείας Wess.
4 12 τὴν A, τῆς P, τοῦ A Steph.
5 13 Ἀργαῖον o βασιλεῦσαι τῶν Reiske et Eich., βασιλεύσαντα o καὶ om. c
6 17 τετταράκοντα τέτταρα P (correxi ex XII 36, 1), δεκατέσσαρα v
7 18 ὁ om. P
8 20 ἑνδέκατον om. f ἔτος om. F Βοίους o (et v. 22)
9 21 φρούριον o-FK