Textus Originalis

322 DIODOR. XIV 93—95.

322 DIODOR. XIV 93—95.

λείαν ἐλαφυροπώλησαν. ὁ μὲν οὖν αὐτοκράτωρ ϑρίαμβον ἤγαγεν, ὁ δὲ τῶν Ῥωμαίων δῆμος ἐκ τῶν λαφύρων δεκάτην ἐξελόμενος χρυσοῦν κατεσκεύασε κρατῆρα καὶ εἰς Δελφοὺς ἀνέϑηκεν. οἱ δὲ κομίζοντες αὐτὸν πρεσβευταὶ λῃσταῖς Λιπαραίοις περιέπεσον, καὶ πάντες αἰχμαλωτισϑέντες κατήχϑησαν εἰς Λιπάραν. Τιμασίϑεος δ᾽ ὁ τῶν Λιπαραίων στρατηγὸς γνοὺς τὸ γεγενημένον, τούς τε πρεσβευτὰς ἀνέσωσε καὶ τὸ χρυσίον ἀποδοὺς εἰς Δελφοὺς τοὺς πρέσβεις ἀποκατέστησεν. οἱ δὲ τὸν κρατῆρα κομίζοντες, ἀναϑέντες αὐτὸν εἰς τὸν τῶν Μασσαλιητῶν ϑησαυρόν, εἰς Ῥώμην ἀνέστρεψαν. διόπερ ὁ δῆμος τῶν Ῥωμαίων πυϑόμενος τὴν τοῦ Τιμασιϑέου καλοκἀγαϑίαν, παραχρῆμα αὐτὸν ἐτίμησε δημόσιον δοὺς κατάλυμα, καὶ μετὰ ταῦτ᾽ ἔτεσιν ἑκατὸν τριάκοντα ἑπτὰ τὴν Λιπάραν ἀφελόμενος τῶν Καρχηδονίων τοὺς ἐγγόνους τοῦ Τιμασιϑέου τῶν τε εἰσφορῶν ἀτελεῖς ἀφῆκε καὶ ἐλευϑέρους ἐποίησεν. Ἐπεὶ δ᾽ ὁ ἐνιαύσιος διεληλύϑει χρόνος, Ἀϑήνησι μὲν ἦρχε Φιλοκλῆς, ἐν Ῥώμῃ δὲ τὴν ὑπατικὴν ἀρχὴν μετέλαβον ἕξ χιλίαρχοι, Πόπλιος καὶ Κορνήλιος, Καίσων Φάβιος, Λεύκιος Φούριος, Κόιντος Σερουίλιος, Μάρκος Οὐαλέριος· ἤχϑη δὲ καὶ ὀλυμ-

Note a pie di pagina

1 4 καὶ om. P

2 5 λιπαρέοις P2

3 6 κατήχθησαν Sintenis, κατήντησαν o

4 11 ἀναϑέντες] ἀνέϑεντ᾽ P μεσαλιήτων A, μασαλικτῶν P

5 13 ϑησαυρόν] στρατηγὸν καὶ P (καὶ add. m. 2)

6 17 τοῦ om. P

7 20 διεληλύϑει] παρεληλύϑει P

8 22 Πόπλιος καὶ Κορνήλιος P, Πόπλιος κορνήλιος v; Πόπλιος Σέξστος Κορνήλιος Κόσσος c; P. Cornelius Cossus P. Cornelius Scipio ex Liv. V 24

9 23 Λεύκιος om. A Φρούριος PA

10 24 Σερουίλιος L, om. A, Σερουίλιος καὶ c M. Οὐαλέριος om. A