Textus Originalis
Ol. 97, 1 : 392 a. Chr. 323
πιὰς κατὰ τοῦτον τὸν ἐνιαυτὸν ἑβδόμη πρὸς ταῖς ἐνενήκοντα, καϑ' ἣν ἐνίκα Τερίρης. κατὰ δὲ τούτους τοὺς χρόνους Ἀϑηναῖοι στρατηγὸν ἑλόμενοι Θρασύβουλον ἐξέπεμψαν μετὰ τριήρων τετταράκοντα. οὗτος δὲ πλεύσας εἰς Ἰωνίαν καὶ χρήματα λαβὼν παρὰ τῶν συμμάχων ἀνέζευξε, καὶ διατρίβων περὶ Χερρόνησον Μήδοκον καὶ Σεύϑην τοὺς τῶν Θρᾳκῶν βασιλεῖς συμμάχους ἐποιήσατο. μετὰ δέ τινα χρόνον ἐξ Ἑλλησπόντου πλεύσας εἰς Λέσβον, ἐν τῷ παρὰ τὴν Ἔρεσον αἰγιαλῷ καϑώρμει. ἐπιγενομένων δὲ πνευμάτων μεγάλων εἴκοσι μὲν καὶ τρεῖς τριήρεις διεφϑάρησαν· μετὰ δὲ τῶν λοιπῶν διασωϑεὶς ἐπῄει τὰς κατὰ τὴν Λέσβον πόλεις προσαγόμενος· ἀφειστήκεισαν γὰρ πᾶσαι πλὴν Μιτυλήνης. καὶ πρῶτον μὲν ἐπὶ Μήϑυμναν παραγενόμενος ἐπισυνῆψε μάχην τοῖς ἐκ τῆς πόλεως, ὧν ἦρχε Θηρίμαχος ὁ Σπαρτιάτης. ἀγωνισάμενος δὲ λαμπρῶς αὐτόν τε τὸν Θηρίμαχον ἀνεῖλε καὶ τῶν Μηϑυμναίων οὐκ ὀλίγους, τοὺς δὲ λοιποὺς συνέκλεισεν ἐντὸς τῶν τειχῶν, καὶ τὴν μὲν τῶν Μηϑυμναίων χώραν ἔφϑειρε, τὴν δ᾽ Ἔρεσον καὶ τὴν Ἄντισσαν καϑ' ὁμολογίαν παρέλαβεν. μετὰ δὲ ταῦτα παρά τε Χίων καὶ Μιτυληναίων συμμάχων ἀϑροίσας ναῦς ἔπλευσεν ἐπὶ Ῥόδον. Καρχηδόνιοι δὲ βραδέως ἑαυτοὺς ἐκ τῆς περὶ Συρακούσας συμφορᾶς ἀναλαβόντες, ἔγνωσαν ἀντέ-
Note a pie di pagina
1 2 καϑ᾽ add. Dind. δὲ Dind., δὴ o Τερίρης] Περιήρης Gutschmid
2 7 Σεύϑην PAH (XIII 105, 3)
3 10 ἔρεσιν P, ἔρεσσον v
4 15 μήϑυμν. o (et infra)
5 16 συνῆψε malim
6 18 τὸν om. P
7 21 Ἔρεσσον FJL
8 25 καταλαβόντες P