Textus Originalis

324 DIODOR. XIV 95. 96.

324 DIODOR. XIV 95. 96.

χεσϑαι τῶν κατὰ Σικελίαν πραγμάτων. κρίναντες δὲ διαγωνίζεσϑαι, ναυσὶ μὲν μακραῖς ὀλίγαις διέβησαν, δύναμιν δὲ συνήγαγον ἀπό τε Λιβύης καὶ Σαρδοῦς, ἔτι δὲ τῶν ἐξ Ἰταλίας βαρβάρων. πάντας δ᾽ ἐπιμελῶς καϑοπλίσαντες μετὰ τῆς οἰκείας χορηγίας ἐπεραιώϑησαν εἰς τὴν Σικελίαν, οὐκ ἐλάττους ὄντες τῶν ὀκτὼ μυριάδων, ὧν ἡγεῖτο Μάγων. οὗτος μὲν οὖν διὰ Σικελῶν πορευϑείς, καὶ τὰς πλείστας πόλεις ἀποστήσας τοῦ Διονυσίου, κατεστρατοπέδευσεν ἐν τῇ τῶν Ἀγυριναίων χώρᾳ παρὰ τὸν Χρύσαν ποταμὸν ἐγγὺς τῆς ὁδοῦ τῆς φερούσης εἰς Μοργαντίναν· τοὺς γὰρ Ἀγυριναίους οὐ δυνάμενος εἰς συμμαχίαν προσλαβέσϑαι, τῆς εἰς τοὔμπροσϑεν ἀπέστη πορείας, ἀκούων τοὺς πολεμίους ἐκ Συρακουσῶν ὡρμηκέναι. Διονύσιος δὲ πυϑόμενος τοὺς Καρχηδονίους διὰ τῆς μεσογείου τὴν πορείαν ποιουμένους, ταχὺ συλλέξας οὓς ἠδύνατο τῶν Συρακοσίων καὶ τῶν μισϑοφόρων ὥρμησε, τοὺς πάντας ἔχων οὐκ ἐλάττους δισμυρίων. παραγενόμενος δ᾽ ἐγγὺς τῶν πολεμίων διεπρεσβεύσατο πρὸς Ἄγυριν τὸν δυναστεύοντα τῶν Ἀγυριναίων. οὗτος δὲ τῶν τότε τυράννων τῶν ἐν Σικελίᾳ μεγίστην εἶχε δύναμιν μετὰ Διονύσιον· τῶν τε γὰρ περικειμένων ἐρυμάτων σχεδὸν ἁπάντων ἐκυρίευε καὶ τῆς πόλεως τῶν Ἀγυριναίων ἦρχε πολυοχλουμένης κατ᾽ ἐκείνους τοὺς καιρούς· εἶχε γὰρ πολίτας οὐκ ἐλάττους δισμυρίων. ἦν δὲ καὶ

Note a pie di pagina

1 4 δ᾽ om. o-PAL

2 11 Μοργαντίνην Dind.

3 13 ἀπέστη Hert., ἐπέστη o; ἐπέσχε Dind.

4 17 οὓς] ὅσους fort.

5 21 ἀγυρηναίων PF — τὸν add. L

6 23 τε Eich., τότε o, del. Wess.

7 24 ἐκυρίευσε o, corr. Eich.