Textus Originalis
Ol. 97, 1 : 392 a. Chr. 325
εἰς τοῦτο τὸ πλῆϑος ἐν τῇ πόλει συνηϑροισμένον χρημάτων πολλῶν κατὰ τὴν ἀκρόπολιν παράϑεσις, ἣν Ἄγυρις ἠϑροίκει πεφονευκὼς τοὺς εὐπορωτάτους τῶν πολιτῶν. ἀλλ᾽ ὁ Διονύσιος μετ᾽ ὀλίγων εἰσελϑὼν ἐντὸς τοῦ τείχους ἔπεισε τὸν Ἄγυριν συμμαχῆσαι γνησίως, καὶ πολλὴν ἐπηγγείλατο χώραν τῆς ὁμόρου δωρήσεσϑαι κατορϑωϑέντος τοῦ πολέμου. ὁ δ᾽ Ἄγυρις πρῶτον μὲν πάσῃ τῇ Διονυσίου δυνάμει σῖτον καὶ τἄλλα ὅσα ἦν χρεία προϑύμως ἐδωρήσατο, καὶ πανδημεὶ τὴν δύναμιν ἐξαγαγὼν ἐστράτευσε μετὰ Διονυσίου καὶ κοινῇ πρὸς Καρχηδονίους διεπολέμει. Μάγων δ᾽ ἐν πολεμίᾳ χώρᾳ στρατοπεδεύων, καὶ τῶν ἀναγκαίων ἐνδεὴς ἀεὶ μᾶλλον γινόμενος, οὐ μετρίως ἠλαττοῦτο· καὶ γὰρ οἱ περὶ τὸν Ἄγυριν τῆς χώρας ἔμπειροι καϑεστῶτες ἐν ταῖς ἐνέδραις ἐπλεονέκτουν καὶ τὰς ἀγορὰς τῶν πολεμίων ἀφῃροῦντο. λεγόντων δὲ τῶν Συρακοσίων διὰ μάχης κρίνειν ὡς τάχιστα τὰ πράγματα, Διονύσιος ἠναντιοῦτο λέγων χωρὶς κινδύνων τῷ χρόνῳ καὶ τῇ σπάνει καταφϑαρήσεσϑαι τοὺς βαρβάρους· ἐφ’ οἷς παροργισϑέντες οἱ Συρακόσιοι κατέλιπον τὸν Διονύσιον. ὁ δὲ τὸ μὲν πρῶτον εὐλαβούμενος ἐπ’ ἐλευϑερίαν ἐκάλει τοὺς οἰκέτας, μετὰ δὲ ταῦτα διαπρεσβευσαμένων τῶν Καρχηδονίων ὑπὲρ εἰρήνης ὑπακούσας ἀναπομπίμους τοῖς κυρίοις ἐποίησε, πρὸς δὲ τοὺς
Note a pie di pagina
1 1 συνηϑροισμένων o, corr. Rhod.
2 4 μετ᾽ ὀλίγον o, corr. Rhod.
3 7 δωρήσασθαι o, corr. Dind.
4 9 ὅσα] ὅσων Rhod.
5 11 ἐστρατοπέδευσεν P πρὸς Κ.] τοῖς Καρχηδονίοις f
6 22 κατέλειπον P