Textus Originalis
326 DIODOR. XIV 96—98.
Καρχηδονίους εἰρήνην ἐποιήσατο. ἦσαν δ᾽ αἱ συνϑῆκαι τὰ μὲν ἄλλα παραπλήσιαι ταῖς πρότερον, Σικελοὺς δὲ δεῖν ὑπὸ Διονύσιον τετάχϑαι καὶ παραλαβεῖν αὐτὸν τὸ Ταυρομένιον. μετὰ δὲ τὰς συνϑήκας Μάγων μὲν ἀπέπλευσε, Διονύσιος δὲ παραλαβὼν τὸ Ταυρομένιον τοὺς μὲν πλείστους τῶν ἐκεῖ Σικελῶν ἐξέβαλεν, τῶν δ᾽ ἰδίων μισϑοφόρων τοὺς ἐπιτηδειοτάτους ἐπιλέξας κατῴκισεν. Καὶ τὰ μὲν κατὰ Σικελίαν ἐν τούτοις ἦν, κατὰ δὲ τὴν Ἰταλίαν Ῥωμαῖοι Φαλίσκον πόλιν ἐκ τοῦ Φαλίσκων ἔϑνους ἐξεπόρϑησαν. Τοῦ δ᾽ ἔτους τούτου διεληλυϑότος Ἀϑήνησι μὲν ἦν ἄρχων Νικοτέλης, ἐν Ῥώμῃ δὲ τὴν ὑπατικὴν ἀρχὴν διῴκουν χιλίαρχοι τρεῖς, Μάρκος Φούριος, Γάιος Αἰμίλιος. τούτων δὲ τὴν ἀρχὴν παρειληφότων οἱ λακωνίζοντες τῶν Ῥοδίων ἐπαναστάντες τῷ δήμῳ τοὺς τὰ τῶν Ἀϑηναίων φρονοῦντας ἐξέβαλον ἐκ τῆς πόλεως. συνδραμόντων δ᾽ αὐτῶν ἐν τοῖς ὅπλοις καὶ πειρωμένων ἀντέχεσϑαι τῶν πραγμάτων, ἐπεκράτησαν οἱ Λακεδαιμονίοις συμμαχοῦντες, καὶ πολλοὺς μὲν ἐφόνευσαν, τοὺς δὲ διαφυγόντας ἐξεκήρυξαν. εὐϑὺς δὲ καὶ πρέσβεις ἀπέστειλαν εἰς Λακεδαίμονα περὶ βοηϑείας, εὐλαβούμενοι μή τινες τῶν πολιτῶν νεωτερίσωσιν. Λακεδαιμόνιοι δ᾽ αὐτοῖς ἀπέστειλαν ἑπτὰ τριήρεις καὶ
Note a pie di pagina
1 1 δ᾽ αἱ Eich., δὲ o
2 2 παραπλήσια PA
3 3 διονυσίου P
4 10 φιλίσκον P, φίλισκον v ἐκ del. Dind. (c. 100, 4)
5 11 φαλίκων P, φαλαικῶν v; Αἰλισκῶν Salmasius
6 14 φρούριος o-F
7 15 Αἰμίλιος] καὶ Κάτλος Βῆρος add. o-PA, et L. Furius ex Liv. V 8
8 17 τὰ om. c
9 18 ἐξέβαλλον Hert.
10 20 μὲν o, corr. Wess.