Textus Originalis
Ol. 97, 2 : 391 a. Chr. 327
τοὺς ἀφηγησομένους τῶν πραγμάτων τρεῖς ἄνδρας, Εὐδόκιμον καὶ Φιλόδοκον καὶ Διφίλαν. οὗτοι δὲ πρῶτον εἰς Σάμον κομισϑέντες ἀπέστησαν τὴν πόλιν Ἀϑηναίων, ἔπειτα καταπλεύσαντες εἰς Ῥόδον τῶν ἐνταῦϑα πραγμάτων εἶχον τὴν ἐπιμέλειαν. οἱ δὲ Λακεδαιμόνιοι, προχωρούντων αὐτοῖς τῶν πραγμάτων, ἔγνωσαν ἀντέχεσϑαι τῆς ϑαλάττης, καὶ πάλιν ἐκ τοῦ κατ᾽ ὀλίγον ἐκράτουν τῶν συμμάχων ἀϑροίσαντες ναυτικόν. οὗτοι μὲν οὖν εἴς τε Σάμον καὶ Κνίδον καὶ Ῥόδον κατέπλευσαν, καὶ πανταχόϑεν ναῦς τε καὶ τοὺς ἀρίστους καταγράφοντες ἐπιβάτας ἐξήρτυον πολυτελῶς τριήρεις εἴκοσιν ἑπτά. Ἀγησίλαος δ᾽ ὁ τῶν Λακεδαιμονίων βασιλεύς, ἀκούων τοὺς Ἀργείους περὶ τὴν Κόρινϑον διατρίβοντας, ἐξήγαγε τοὺς Λακεδαιμονίους πανδημεὶ πλὴν μιᾶς μόρας. ἐπελϑὼν δὲ τὴν Ἀργείαν πᾶσαν τὰς μὲν κτήσεις διήρπασεν, τὴν δὲ χώραν δενδροτομήσας εἰς τὴν Σπάρτην ἀπεχώρησεν. Κατὰ δὲ τὴν Κύπρον Εὐαγόρας ὁ Σαλαμίνιος, ὃς ἦν μὲν εὐγενέστατος, τῶν γὰρ κτισάντων τὴν πόλιν ἦν ἀπόγονος, πεφευγὼς δ᾽ ἐν τοῖς ἔμπροσϑεν χρόνοις διά τινας στάσεις, καὶ μετὰ ταῦτα κατελϑὼν μετ᾽ ὀλίγων, τὸν μὲν δυναστεύοντα τῆς πόλεως Ἀβδήμονα τὸν Τύριον ἐξέβαλε, φίλον ὄντα τοῦ Περσῶν βασιλέως, αὐτὸς δὲ τὴν πόλιν κατα-
Note a pie di pagina
1 2 Εὐδόκιμον] Ἔκδικον Xen. Hell. IV 8, 20 καὶ om. v Φιλόδικον FK Διφρίδαν Xen.; φήλαν A
2 8 ἐκράτων P; ἐκ add. Reiske
3 11 καταγράφοντες] κατέγραφον c; καταγράψαντες aut ἐπιβάτας καὶ ἐξ. Reiske
4 12 Ἀγησίπολις Wess. ex Xen. Hell. IV 7, 2
5 15 μοίρας o
6 23 ὀλίγον v
7 24 Τύρσιον o, corr. Rhod.