Textus Originalis

328 DIODOR. XIV 98. 99.

328 DIODOR. XIV 98. 99.

σχὼν τὸ μὲν πρῶτον ἐβασίλευσε τῆς Σαλαμῖνος, μεγίστης οὔσης καὶ δυνατωτάτης τῶν ἐν Κύπρῳ πόλεων· ταχὺ δὲ χρημάτων [πλῆϑος] πολλῶν εὐπορήσας καὶ δύναμιν προχειρισάμενος ἐπεχείρησεν ἅπασαν τὴν νῆσον σφετερίσασϑαι. τῶν δὲ πόλεων ἃς μὲν βίᾳ χειρωσάμενος, ἃς δὲ πειϑοῖ προσλαβόμενος, τῶν μὲν ἄλλων πόλεων ταχὺ τὴν ἡγεμονίαν παρέλαβεν, Ἀμαϑούσιοι δὲ καὶ Σόλιοι καὶ Κιτιεῖς ἀντέχοντες τῷ πολέμῳ πρέσβεις ἀπέστειλαν πρὸς Ἀρταξέρξην τὸν τῶν Περσῶν βασιλέα περὶ βοηϑείας· καὶ τοῦ μὲν Εὐαγόρου κατηγόρουν, ὅτι τὸν Ἄγυριν βασιλέα σύμμαχον ὄντα Περσῶν ἀνεῖλε, τὴν δὲ νῆσον ὡμολόγησαν αὐτῷ συγκατακτήσασϑαι. ὁ δὲ βασιλεύς, οὐ βουλόμενος ἅμα μὲν τὸν Εὐαγόραν ἐπὶ πλεῖον προκόπτειν, ἅμα δὲ διανοούμενος τὴν Κύπρον εὐφυῶς εἶναι κειμένην καὶ ναυτικὴν δύναμιν [δύνασϑαι] μεγάλην ἔχειν, ᾗ δυνήσεται προπολεμεῖν τῆς Ἀσίας, ἔκρινε συμμαχεῖν, καὶ τούτους μὲν ἐξέπεμψεν, αὐτὸς δὲ πρὸς μὲν τὰς ἐπιϑαλαττίους πόλεις καὶ τοὺς ἀφηγουμένους τῶν πόλεων σατράπας ἔπεμψεν ἐπιστολὰς ναυπηγεῖσϑαι τριήρεις καὶ τὰ πρὸς τὸν στόλον χρήσιμα ὄντα κατὰ σπουδὴν παρασκευάζεσϑαι, Ἑκατόμνῳ δὲ τῷ Καρίας δυνάστῃ προσέταξε

Note a pie di pagina

1 2 καὶ om. P

2 3 πλῆϑος del. Dind.; πλήϑους Wess.

3 8 Κιτιεῖς] κίτρεις PA, Ὠτιεῖς Meursius ex Ephori frag. 134: Ἀμαϑούσιοι δὲ καὶ Σόλιοι καὶ Ὠτιεῖς ἀντέχοντες ἔτι τῷ πολέμῳ

4 10 τῶν om. v

5 11 Εὐαγόρου] ἀγόρου P Ἄγυριν] Ἄκοριν Reiske, Τύριον vel delere malim

6 12 συγκατακτήσεσϑαι Dind.

7 14 οὐ om. P; ἅμα μὲν οὐ f. praestat

8 15 προκόπτειν ἐπὶ πλεῖον v

9 16 εἶναι κειμένην] om. A, διακειμένην c; κεῖσϑαι Reiske, κειμένην Dind.

10 17 δύνασθαι del. Reiske ᾗ Wess., ἣ o

11 19 αὐτοὺς P