Textus Originalis
Ol. 97, 3 : 390 a. Chr. 329
πολεμεῖν τῷ Εὐαγόρᾳ. οὗτος δὲ τὰς ἐν ταῖς ἄνω σατραπείαις πόλεις ἐπιπορευόμενος μεγάλαις δυνάμεσι διαβαίνει εἰς τὴν Κύπρον. Τὰ μὲν οὖν κατὰ τὴν Ἀσίαν ἐν τούτοις ἦν, κατὰ δὲ τὴν Ἰταλίαν Ῥωμαῖοι πρὸς Φαλίσκους εἰρήνην ποιησάμενοι, πρὸς δὲ Αἰκίκλους πόλεμον τὸ τέταρτον, καὶ Σούτριον μὲν ᾤκισαν, ἐκ δὲ Οὐερρηγῖνος πόλεως ὑπὸ τῶν πολεμίων ἐξεβλήϑησαν. Τοῦ δ᾽ ἔτους τούτου διεληλυϑότος Ἀϑήνησι μὲν ἦρχε Δημόστρατος, ἐν Ῥώμῃ δ᾽ ὕπατοι τὴν ἀρχὴν παρειλήφεισαν Λεύκιος Λουκρήτιος καὶ Σερουίλιος. κατὰ δὲ τούτους τοὺς χρόνους Ἀρταξέρξης μὲν Στρούϑαν στρατηγὸν κατέπεμψεν ἐπὶ ϑάλατταν μετὰ δυνάμεως Λακεδαιμονίοις πολεμήσοντα, Σπαρτιᾶται δὲ τὴν παρουσίαν αὐτοῦ πυϑόμενοι Θίβρωνα πάλιν στρατηγὸν εἰς τὴν Ἀσίαν ἐξέπεμψαν. ὃς κατελάβετο χωρίον Ἴονδα καὶ Κόρησσον ὄρος ὑψηλόν, τῆς Ἐφέσου ἀπέχον σταδίους τετταράκοντα. οὗτος μὲν οὖν ὀκτακισχιλίους ἔχων στρατιώτας σὺν τοῖς κατὰ τὴν Ἀσίαν ἀϑροισϑεῖσιν ἐπῄει τὴν τοῦ βασιλέως χώραν φϑείρων, Στρούϑας δὲ σὺν ἵππῳ τε βαρβαρικῇ πολλῇ καὶ στρατιώταις ὁπλίταις μὲν πεντα-
Note a pie di pagina
1 1 οὗτος Dind., αὐτὸ o
2 6 Αἰκίκλους Cluverius, Αἰτωλοὺς o; Αἴκλους Niebuhr πρὸς Αἰκίκλους ἐπολέμουν Wurm
3 7 ᾤκισαν (cuius loco plerumque ὤκησαν in cod. scriptum est) Wurm ex c. 117, 4] ὥρμησαν o; ἐπόρϑησαν Rhod.
4 11 παρειλήφασιν o, corr. Eich. Σερουίλιος PAL, Σερουίλιος Κόσσων c; Σερούιος Σουλπίκιος Rhod. ex Liv. V 29 (cf. XV 8, 1)
5 13 κατέπεμψεν] καταπέμψας ἔπεμψε O, καταστήσας ἔπεμψε Dind.
6 15 Θίβρωνα AJK, Θίβρονα P, Θίμβρωνα c semper
7 16 κατέλαβε τὸ o, corr. Eich.
8 17 χωρίον ἴονδα καὶ] χωρίον (τι) κατὰ vel τὸ χωρίον Πίονα conicio Κόρνισσον P, Κόρνισον f
9 21 φϑείρων PAL, διαφϑείρων c