Textus Originalis
330 DIODOR. XIV 99. 100
κισχιλίοις, ψιλοῖς δὲ πλείοσι δισμυρίων, οὐ μακρὰν τῶν Λακεδαιμονίων κατεστρατοπέδευσεν. τέλος δὲ τοῦ Θίβρωνος μετὰ μέρους τῆς δυνάμεως ἐξελϑόντος καὶ πολλὴν περιβαλομένου λείαν, ἐπελϑὼν ὁ Στρούϑας τόν τε Θίβρωνα μαχόμενον ἀνεῖλε, καὶ τῶν στρατιωτῶν τοὺς μὲν πλείστους ἀπέκτεινε, τοὺς δ᾽ ἐξώγρησεν, ὀλίγοι δ᾽ εἰς τὸ Κνιδίνιον φρούριον διεσώϑησαν. Θρασύβουλος δ᾽ ὁ τῶν Ἀϑηναίων στρατηγὸς ἐκ τῆς Λέσβου κομιζόμενος μετὰ τοῦ στόλου πρὸς Ἄσπενδον, ὥρμισε τὰς τριήρεις εἰς τὸν Εὐρυμέδοντα ποταμόν. χρήματα δ᾽ εἰληφότος αὐτοῦ παρὰ τῶν Ἀσπενδίων, ὅμως τινὲς τῶν στρατιωτῶν ἐδήωσαν τὴν χώραν. γενομένης δὲ νυχτὸς οἱ μὲν Ἄσπενδιοι χαλεπῶς ἐνεγκόντες ἐπὶ τοῖς ἀδικήμασιν ἐπέϑεντο τοῖς Ἀϑηναίοις καὶ τόν τε Θρασύβουλον καί τινας τῶν ἄλλων ἀνεῖλαν· οἱ δὲ τῶν Ἀϑηναίων τριήραρχοι περιδεεῖς γενόμενοι καὶ ταχὺ πληρώσαντες τὰς ναῦς, εἰς Ῥόδον ἐξέπλευσαν. ἀφεστηκυίας δὲ τῆς πόλεως, καὶ τῶν φυγάδων φρούριόν τι κατειληφότων, μετὰ τούτων διεπολέμουν πρὸς τοὺς κατὰ τὴν πόλιν. οἱ δ᾽ Ἀϑηναῖοι πυϑόμενοι τὴν Θρασυβούλου τοῦ στρατηγοῦ τελευτήν, Ἀγύριον στρατηγὸν ἐξέπεμψαν. τὰ μὲν οὖν κατὰ τὴν Ἀσίαν ἐν τούτοις ἦν. Κατὰ δὲ τὴν Σικελίαν ὁ τῶν Συρακοσίων τύραννος Διονύσιος σπεύδων τῇ κατὰ τὴν νῆσον δυνα-
Note a pie di pagina
1 4 ἀπελθὼν o-PAF
2 5 μαχόμενος o-FJL
3 7 Κνιδίνιον] Κορήσσιον fort.
4 14 οἱ μὲν om. P
5 17 τῶν (ante ἄλλων) om. P
6 23 Ἀγύρριον Xen. Hell. IV 8, 31
7 26 τὴν ... δυναστείαν o, corr. Eich. (cf. XV 79, 2)