Textus Originalis

34 DIODOR. XIII 22. 23.

34 DIODOR. XIII 22. 23.

ἰδίας ἀτυχίας πικρῶς ἂν αὐτοῖς προσηνέχϑην: ἐπεὶ δ᾽ ἅμα τῷ πρὸς τοὺς ἠτυχηκότας ἐλέῳ κρίνεται τό τε κοινῇ συμφέρον καὶ ἡ πρὸς ἅπαντας ἀνϑρώπους ὑπὲρ τοῦ δήμου τῶν Συρακοσίων ἐξενεχϑησομένη δόξα, ἀκέραιον ποιήσομαι τὴν τοῦ συμφέροντος συμβουλίαν. ὁ μὲν οὖν δῆμος τῶν ᾿Αϑηναίων τῆς ἰδίας ἀνοίας ἀξίαν κεκόμισται τιμωρίαν, πρῶτον μὲν παρὰ ϑεῶν, μετὰ δὲ ταῦτα παρ᾽ ἡμῶν τῶν ἀδικηϑέντων. ἀγαϑὸν γάρ ἐστι τὸ ϑεῖον τοὺς ἀδίκου πολέμου καταρχομένους καὶ τὴν αὑτῶν ὑπεροχὴν οὐκ ἐνεγκόντας ἀνϑρωπίνως ἀνελπίστοις περιβαλεῖν συμφοραῖς. τίς γὰρ ἂν ἤλπισεν ᾿Αϑηναίους, μύρια μὲν εἰληφότας ἐκ Δήλου τάλαντα, τριήρεις δὲ διακοσίας εἰς Σικελίαν ἀπεσταλκότας καὶ τοὺς ἀγωνισομένους ἄνδρας πλείους τῶν τετρακισμυρίων, οὕτως μεγάλαις συμφοραῖς περιπεσεῖσϑαι; ἀπὸ γὰρ τῆς τηλικαύτης παρασκευῆς οὔτε ναῦς οὔτ᾽ ἀνὴρ οὐϑεὶς ἐπανῆλϑεν, ὥστε μηδὲ τὸν ἀγγελοῦντα αὐτοῖς τὴν συμφορὰν περιλειφϑῆναι. εἰδότες οὖν, ἄνδρες Συρακόσιοι, τοὺς ὑπερηφανοῦντας [καὶ] παρὰ ϑεοῖς καὶ παρ᾽ ἀνϑρώποις μισουμένους, προσκυνοῦντες τὴν τύχην μηϑὲν ὑπὲρ ἄνϑρωπον πράξητε. τί γὰρ σεμνὸν φονεῦσαι τὸν ὑποπεπτωκότα; τί δ᾽ ἔνδοξον τιμωρίᾳ περιβαλεῖν; ὁ γὰρ ἀμετάϑετον ἔχων τὴν περὶ τῶν ἀτυχημάτων ὠμότητα συναδικεῖ τὴν κοινὴν ἀνϑρώπων ἀσϑένειαν. οὐϑείς γάρ ἐστιν οὕτω φρόνιμος, ὥστε μεῖζον ἰσχῦσαι τῆς τύχης, ἣ φύσει ταῖς ἀνϑρωπίναις ἡδομένη συμφοραῖς ὀξείας

Note a pie di pagina

1 10 αὐτῶν Steph., αὐτὴν O

2 13 μυρία P

3 16 ἀγωνισαμένους AJ

4 20 καὶ om. PA

5 25 ἠτυχηκότων fort.