Textus Originalis

Ol. 97, 3 : 390 a. Chr. 331

Ol. 97, 3 : 390 a. Chr. 331

στείᾳ καὶ τοὺς κατ᾽ Ἰταλίαν Ἕλληνας προσλαβέσϑαι, τὴν μὲν ἐπ᾽ ἐκείνους κοινὴν στρατείαν εἰς ἕτερον καιρὸν ἀνεβάλετο, κρίνας δὲ συμφέρειν ἐπιχειρεῖν πρώτῃ τῇ τῶν Ῥηγίνων πόλει διὰ τὸ προπολεμητήριον αὐτὴν εἶναι τῆς Ἰταλίας, ὥρμησεν ἐκ Συρακουσῶν μετὰ τῆς δυνάμεως. εἶχε δὲ πεζοὺς μὲν δισμυρίους, ἱππεῖς δὲ χιλίους, ναῦς δ᾽ ἑκατὸν εἴκοσι. περαιώσας δὲ τὴν δύναμιν ἐπὶ τοὺς ὅρους τῆς Λοκρίδος, ἐκεῖϑεν διὰ τῆς μεσογείου τὴν πορείαν ἐποιεῖτο, τέμνων καὶ πυρπολῶν τὴν τῶν Ῥηγίνων χώραν· συμπαρέπλευσε δὲ καὶ ὁ στόλος ἐπὶ ϑάτερα μέρη τῆς ϑαλάττης, καὶ πάσῃ τῇ δυνάμει περὶ τὸν πορϑμὸν κατεστρατοπέδευσεν. οἱ δ᾽ Ἰταλοὶ πυϑόμενοι τὴν τοῦ Διονυσίου διάβασιν ἐπὶ τὸ Ῥήγιον, ἀπέστειλαν ἐκ Κρότωνος ναῦς ἑξήκοντα, σπεύδοντες παραδοῦναι τοῖς Ῥηγίνοις. μετεώρων δὲ πλεουσῶν αὐτῶν ὁ Διονύσιος πεντήκοντα ναῦς ἔχων ἐπέπλευσε, καὶ φυγόντων αὐτῶν ἐπὶ τὴν γῆν οὐδὲν ἧττον ἐπέκειτο, καὶ συνδήσας ἀπέσπα τὰς παρορμούσας ἐν τῇ γῇ. κινδυνευουσῶν δὲ τῶν ἑξήκοντα τριήρων ἁλῶναι Ῥηγῖνοι πανδημεὶ παρεβοήϑησαν, καὶ ἀπὸ τῆς γῆς τῷ πλήϑει τῶν βελῶν ἀνεῖρξαν τὸν Διονύσιον. ἐπιγενομένων δὲ πνευμάτων μεγάλων οἱ μὲν Ῥηγῖνοι τὰς ναῦς ἀνείλκυσαν ἐπὶ τὴν γῆν, Διονύσιος δ᾽ ἰσχυρῶς χειμασϑεὶς ἑπτὰ ναῦς ἀπώλεσε καὶ σὺν αὐταῖς ἄνδρας οὐκ ἐλάττους χιλίων

Note a pie di pagina

1 2 ἐπ᾽ ἐκείνους (vel κατ᾽ ἐκείνων) Steph., κατ᾽ ἐκείνους o

2 4 τῇ om. PA

3 12 τῇ ϑαλάττῃ o, corr. Eich.

4 15 Κρότωνος P

5 16 παραδῦναι vel παρεισδῦναι Madvig

6 17 ἐπέσπλευσε Eich., ἔπλευσε o

7 25 χειμασϑεὶς Kuhn et Wess., μαχεσϑεὶς o