Textus Originalis
332 DIODOR. XIV 100—102.
πεντακοσίων. τούτων δ᾽ ἅμα ταῖς ναυσὶν ἐκβρασϑέντων ἐπὶ τὴν Ῥηγίνην, οἱ Ῥηγῖνοι πολλοὺς τῶν ναυτῶν ἐξώγρησαν. Διονύσιος δ᾽ ἐπὶ πεντήρους πλέων, καὶ πολλάκις παρ᾽ ὀλίγον ἐλϑὼν ὑποβρύχιος, μόγις περὶ μέσας νύκτας εἰς τὸν ἐν Μεσσήνῃ λιμένα κατέφυγεν. ἤδη δὲ καὶ τῆς χειμερινῆς ὥρας ἐνισταμένης οὗτος μὲν πρὸς Λευκανοὺς συμμαχίαν ποιησάμενος ἀπήγαγε τὰς δυνάμεις εἰς Συρακούσας. Μετὰ δὲ ταῦτα Λευκανῶν τὴν Θουρίαν καταδραμόντων οἱ Θούριοι παρήγγειλαν τοῖς συμμάχοις κατὰ τάχος ἀπαντᾶν μετὰ τῶν ὅπλων· αἱ γὰρ κατὰ τὴν Ἰταλίαν Ἑλληνίδες πόλεις ἐν [τε] ταῖς συνϑήκαις εἶχον οὕτως, ἵν᾽ ἥτις ἂν ὑπὸ τῶν Λευκανῶν λεηλατηϑῇ χώρα, πρὸς ταύτην ἅπαντες παραβοηϑῶσιν· ἧς δ᾽ ἂν πόλεως μὴ καταστῇ τὸ στρατόπεδον ἐπὶ τὴν βοήϑειαν, τεϑνάναι τοὺς ἐκείνης τῆς πόλεως στρατηγούς. διόπερ τῶν Θουρίων τοὺς βιβλιαφόρους ἀποστειλάντων ἐπὶ τὰς πόλεις πρὸς τὴν τῶν πολεμίων παρουσίαν, ἅπαντες παρεσκευάζοντο πρὸς τὴν ἀνάζευξιν. αὐτοὶ δὲ προεξαναστάντες ταῖς ὁρμαῖς καὶ τὸ τῶν συμμάχων πλῆϑος οὐκ ἀναμείναντες, ἀνέζευξαν ἐπὶ τοὺς Λευκανούς, ἔχοντες πεζοὺς μὲν πλείους τῶν μυρίων τετρακισχιλίων, ἱππεῖς δὲ σχεδὸν χιλίους. καὶ Λευκανοὶ μὲν ἀκούσαντες τὴν τῶν πολεμίων ἔφοδον ἀπεχώρησαν εἰς
Note a pie di pagina
1 1 πεντακοσίων ἐπὶ τὴν Ῥηγίνην. τούτων .... o, transposuit Wess.
2 4 ἐλθὼν] εἶναι vel ἀπολέσθαι add. Wess., γενέσθαι Reiske
3 5 μόλις o-PAL
4 12 τε del. Reiske
5 14 ἐλεηλατήϑη PAF
6 15 καταντήσῃ Hert.
7 20 ἀνάζευξιν postremum est vocabulum fol. 208 in P, prima verba fol. 209 sunt ἅπαν νεκρῶν p. 350, 1; cetera omnia desunt