Textus Originalis

Ol. 97, 3 : 390 a. Chr. 333

Ol. 97, 3 : 390 a. Chr. 333

τὴν ἰδίαν χώραν· οἱ δὲ Θούριοι κατὰ σπουδὴν ἐμβαλόντες εἰς τὴν Λευκανίαν, τὸ μὲν πρῶτον φρούριον ἐξεῖλον, καὶ πολλῆς ὠφελείας κυριεύσαντες καϑαπερεὶ δέλεαρ ἔλαβον τῆς ἑαυτῶν ἀπωλείας. φρονηματισϑέντες γὰρ ἐπὶ τῷ προτερήματι καταπεφρονηκότως διά τινῶν στενῶν καὶ ἀποκρήμνων ὁδῶν ἐπορεύϑησαν, βουλόμενοι Λᾶον πόλιν εὐδαίμονα πολιορκῆσαι. ἐπειδὴ δὲ παρεγενήϑησάν εἴς τι πεδίον κύκλῳ λόφοις ὑψηλοῖς καὶ κρημνοῖς περιειλημμένον, ἐνταῦϑα οἱ Λευκανοὶ πάσῃ τῇ δυνάμει διέκλεισαν αὐτοὺς τῆς ἐπὶ τὰς πατρίδας ἐπανόδου. παράδοξον δ᾽ ἐπὶ τῷ λόφῳ [καὶ φανερὰν] ποιήσαντες τὴν ἑαυτῶν ἐπιφάνειαν ἐξέπληξαν τοὺς Ἕλληνας διά τε τὸ μέγεϑος τοῦ στρατοπέδου καὶ τὴν τῶν τόπων δυσχωρίαν· εἶχον γὰρ Λευκανοὶ τότε πεζοὺς μὲν τρισμυρίους, ἱππεῖς δ᾽ οὐκ ἐλάττους τετρακισχιλίων. τῶν δ᾽ Ἑλλήνων ἀνελπίστως τηλικούτῳ περιεχομένων κινδύνῳ, κατέβαινον εἰς τὸ πεδίον οἱ βάρβαροι. γενομένης δὲ παρατάξεως, καὶ τῶν Ἰταλιωτῶν καταπολεμηϑέντων ὑπὸ τοῦ πλήϑους τῶν Λευκανῶν, ἔπεσον μὲν πλείους τῶν μυρίων· παρήγγελλον γὰρ οἱ Λευκανοὶ μηϑένα ζωγρεῖν· τῶν δὲ λοιπῶν οἱ μὲν ἐπί τινα πρὸς τῇ ϑαλάσσῃ λόφον ἔφυγον, οἱ δὲ ϑεωροῦντες ναῦς μακρὰς προσπλεούσας καὶ νομίζοντες τὰς τῶν Ῥηγίνων εἶναι, συνέ-

Note a pie di pagina

1 7 Λᾶον Reiske, λαὸν καὶ v

2 9 ὑψηλοῖς] ψιλοῖς FK

3 11 τῆς πατρίδος fort.

4 12 ἐπανόδου Wess., ἐλπίδα A, ἐλπίδος c καὶ φανερὰν delevi, καὶ om. AL; καὶ φοβερὰν Reiske

5 15 δυσχέρειαν fort. (c. 51, 5. 88, 3)

6 20 καταπονηϑέντων Reiske (c. 103, 6)

7 25 τὰς om. JK