Textus Originalis

334 DIODOR. XIV 102. 103.

334 DIODOR. XIV 102. 103.

φυγον εἰς τὴν ϑάλασσαν καὶ διενήχοντο ἐπὶ τὰς τριήρεις. ἦν δὲ ὁ στόλος ὁ προσπλέων Διονυσίου τοῦ τυράννου, καὶ ναύαρχος ὑπῆρχεν αὐτῷ Λεπτίνης ὁ ἀδελφός, ἀπεσταλμένος τοῖς Λευκανοῖς ἐπὶ βοήϑειαν. ὁ μὲν οὖν Λεπτίνης δεξάμενος φιλανϑρώπως τοὺς νηχομένους ὡς ἐπὶ τὴν γῆν ἀπεβίβασε, καὶ ἔπεισε τοὺς Λευκανοὺς ὑπὲρ ἑκάστου τῶν αἰχμαλώτων λαβεῖν ἀργυρίου μνᾶν· οὗτοι δ᾽ ἦσαν τὸν ἀριϑμὸν ὑπὲρ τοὺς χιλίους. γενόμενος δὲ τῶν χρημάτων ἐγγυητὴς καὶ διαλλάξας τοὺς Ἰταλιώτας τοῖς Λευκανοῖς ἔπεισεν εἰρήνην ποιήσασϑαι, καὶ μεγάλης ἀποδοχῆς ἔτυχε παρὰ τοῖς Ἰταλιώταις, συμφερόντως αὑτῷ, οὐ λυσιτελῶς δὲ Διονυσίῳ συντεϑεικὼς τὸν πόλεμον. ἤλπιζε γὰρ ὁ Διονύσιος τῶν Ἰταλιωτῶν πολεμούντων πρὸς Λευκανοὺς ἐπελϑὼν ῥᾳδίως ἂν κρατῆσαι τῶν κατ᾽ Ἰταλίαν πραγμάτων, ἀπολελυμένων δὲ τηλικούτου πολέμου δυσχερῶς ἂν περιγενέσϑαι. διόπερ τοῦτον μὲν ἀπήλλαξε τῆς ναυαρχίας, Θεαρίδην δὲ τὸν ἕτερον ἀδελφὸν ἡγεμόνα τοῦ στόλου κατέστησεν. Τούτων δὲ πραχϑέντων Ῥωμαῖοι τὴν τῶν Οὐηίων χώραν κατεκληρούχησαν, κατ᾽ ἄνδρα δόντες πλέϑρα τέτταρα, ὡς δέ τινες, εἴκοσι ὀκτώ· καὶ πρὸς μὲν Αἰκούσους διαπολεμοῦντες Αἴφλον πόλιν

Note a pie di pagina

1 1 καὶ J, οἱ δὲ A, οἱ δὲ καὶ c

2 2 ὁ στόλος ὁ Dind., ὁ στόλος v

3 7 καὶ A, om. c; δι᾽ ἃς (ὡς f?) — uβρίσϑαι (p. 340, 17) aut καὶ del Reiske

4 13 αὑτῷ] αὐτοῖς Reiske

5 18 παραγενέσθαι o, corr. Rhod.

6 21 Οὐηίων] Οὐηίων Wess.

7 24 Αἰκούσους] εκαυστοῦς sive εκούσσους A; Αἰκοὺς Steph. Αἴφλον] cf. c. 106, 4 Λιφοίκουαν, quod ex ΑΙΦΛΟΝΚΑΙ ortum esse censet Reiske, Αἶκλον Mommsen