Textus Originalis

Ol. 97, 4 : 389 a. Chr. 335

Ol. 97, 4 : 389 a. Chr. 335

κατὰ κράτος εἷλον, Οὐελιτρίνων δ᾽ ἀποστάντων πόλεμον πρὸς αὐτοὺς ἐνεστήσαντο. ἀπέστη δὲ καὶ Σάτρικον ἀπὸ Ῥωμαίων, καὶ εἰς Κιρκαίους ἀποικίαν ἀπέστειλαν. Τοῦ δ᾽ ἐνιαυσίου χρόνου διεληλυϑότος Ἀϑήνησι μὲν ἦρχεν Ἀντίπατρος, ἐν δὲ τῇ Ῥώμῃ τὴν ὑπατικὴν ἀρχὴν διῴκουν Λεύκιος Οὐαλέριος καὶ Αὖλος Μάλλιος. περὶ δὲ τούτους τοὺς χρόνους Διονύσιος ὁ τῶν Συρακοσίων δυνάστης φανερῶς ἑαυτὸν ἀναδείξας ἐπὶ τὴν Ἰταλίαν στρατευσόμενον, μετὰ πλείστης δυνάμεως ὥρμησεν ἀπὸ Συρακουσῶν. εἶχε δὲ πεζοὺς μὲν πλείους τῶν δισμυρίων, ἱππεῖς δὲ περὶ τρισχιλίους, ναῦς δὲ μακρὰς μὲν τεσσαράκοντα, τὰς δὲ τὸν σῖτον κομιζούσας οὐκ ἐλάττους τριακοσίων. πεμπταῖος δὲ κατανύσας εἰς τὴν Μεσσήνην, αὐτὸς μὲν ἐν τῇ πόλει τὴν δύναμιν ἀνελάμβανε, Θεαρίδην δὲ τὸν ἀδελφὸν ἐπὶ τὰς Λιπαραίων νήσους ἀπέστειλε μετὰ νεῶν τριάκοντα· πεπυσμένος γὰρ ἦν δέκα ναῦς τῶν Ῥηγίνων περὶ ἐκείνους τοὺς τόπους οὔσας. ὁ δὲ Θεαρίδης ἐκπλεύσας καὶ καταλαβὼν τὴν Ῥηγίνων δεκαναΐαν ἔν τισιν εὐϑέτοις τόποις, αὐτάνδρων τῶν σκαφῶν ἐκυρίευσε καὶ ταχέως εἰς Μεσσήνην πρὸς Διονύσιον ἐπέστρεψε. Διονύσιος δὲ τοὺς αἰχμαλώτους εἰς

Note a pie di pagina

1 1 Οὐελιτράνων Bader

2 2 συνεστήσαντο Bek.

3 3 Κιρκαίους Wess.

4 7 καὶ om. A

5 8 Ἥηιαιος FK; M. Manlius fasti (cf. XV 14, 1)

6 10 στρατευσόμξνος o-A

7 11 ἀπὸ Rhod., ἐπὶ o

8 13 μὲν] ἑκατὸν add. Sintenis

9 17 τὰς Λιπαραίων νήσους A, τὰς νήσους τῶν Λιπαραίων c (XII 54, 4)

10 18 ἀπέστειλε] ἀπέλειπεν AL

11 24 ἀπέστρεψε L, ὑπέστρεψε Reiske