Textus Originalis

336 DIODOR. XIV 103—105.

336 DIODOR. XIV 103—105.

δεσμὰ καταϑέμενος τοῖς Μεσσηνίοις ἔδωκε φυλάττειν, αὐτὸς δὲ περαιώσας τὴν δύναμιν εἰς Καυλωνίαν περιεστρατοπέδευσε τὴν πόλιν, καὶ τὰς μηχανὰς προσερείσας πυκνὰς προσβολὰς ἐποιεῖτο. οἱ δὲ κατὰ τὴν Ἰταλίαν Ἕλληνες ὡς ἐπύϑοντο τὰς τοῦ Διονυσίου δυνάμεις περαιουμένας τὸν διείργοντα πορϑμόν, καὶ αὐτοὶ στρατόπεδα συνήϑροιζον. τῆς δὲ τῶν Κροτωνιατῶν πόλεως μάλιστα πολυοχλουμένης καὶ πλείστους ἐχούσης Συρακοσίους φυγάδας, τούτοις τὴν ἡγεμονίαν τοῦ πολέμου παρέδωκαν· οἱ δὲ Κροτωνιᾶται τὰς πανταχόϑεν δυνάμεις ἀϑροίσαντες στρατηγὸν Ἕλωριν τὸν Συρακόσιον εἵλοντο. οὗτος δὲ πεφευγὼς Διονύσιον καὶ δοκῶν τόλμαν ἔχειν ἔμπρακτον, πιστότατα πρὸς τὸν τύραννον πολεμήσειν διὰ τὸ μῖσος ὑπείληπτο. ὡς δὲ πάντες οἱ σύμμαχοι παρεγενήϑησαν εἰς Κρότωνα, [καὶ] κατὰ τὴν ἑαυτοῦ προαίρεσιν Ἕλωρις διατάξας ὥρμησε μετὰ πάσης τῆς δυνάμεως ἐπὶ Καυλωνίας· ἅμα γὰρ ἐνόμιζεν ἐπιφανεὶς λύσειν τὴν πολιορκίαν, ἅμα δὲ καταπεπονημένους τοὺς πολεμίους ὑπὸ τῶν καϑ' ἡμέραν προσβολῶν διαγωνιεῖσϑαι. εἶχε δὲ τοὺς ἅπαντας πεζοὺς μὲν περὶ δισμυρίους πεντακισχιλίους, ἱππεῖς δὲ περὶ δισχιλίους. διανυσάντων δ᾽ αὐτῶν τὸ πλεῖστον τῆς ὁδοῦ καὶ στρατοπεδευσάντων πρὸς τὸν Ἑλέπορον ποταμόν, ἀνέζευξεν ὁ Διονύσιος ἀπὸ τῆς πόλεως καὶ συνήντα τοῖς Ἰταλιώταις. ὁ μὲν οὖν

Note a pie di pagina

1 11 πανταχοῦ f

2 14 πρὸς τὸν τύραννον om. FK

3 16 καὶ del. Reiske

4 18 ἅμα] μὲν add. Dind. (cf. XIII 89, 1)

5 20 καταπεπολεμημένους v, corr. Rhod.

6 25 Ἑλέπορον Polyaen. V 3, 2 (Polyb. I 6, 2), Ἕλωριν o, Ἕλωρον Wess.