Textus Originalis

Ol. 97, 4 : 389 a. Chr. 337

Ol. 97, 4 : 389 a. Chr. 337

Ἕλωρις μετὰ τῶν ἀρίστων πεντακοσίων προηγεῖτο τῆς δυνάμεως, ὁ δὲ Διονύσιος ἔτυχε μὲν ἀπὸ τεσσαράκοντα σταδίων ἐστρατοπεδευκὼς τῶν ἐναντίων, διὰ δὲ τῶν κατασκόπων μαϑὼν ἐγγὺς ὄντας τοὺς πολεμίους, ὄρϑρου τὴν δύναμιν ἐγείρας προήγαγεν εἰς τοὔμπροσϑεν. ἅμα δ᾽ ἡμέρᾳ τοῖς περὶ τὸν Ἕλωριν ὀλίγοις οὖσιν ἀπαντήσας ἄφνω προσεμάχετο, καὶ διεσκευασμένην ἔχων τὴν δύναμιν ἀνοχὴν οὐδ᾽ ἡντινοῦν ἐδίδου τοῖς πολεμίοις. ὁ δ᾽ Ἕλωρις εἰς πολλὴν ἐμπεσὼν ἀπορίαν, αὐτὸς μὲν μεϑ᾽ ὧν εἶχεν ὑπέστη τοὺς ἐπιφερομένους, τῶν δὲ φίλων τινὰς ἀπέστειλεν ἐπὶ τὸ στρατόπεδον, ἐπισπεῦσαι τὰ πλήϑη παρακελευόμενος. ὧν ταχέως ποιησάντων τὸ προσταχϑέν, οἱ μὲν Ἰταλιῶται πυϑόμενοι τὸν στρατηγὸν καὶ τοὺς μετ᾽ αὐτοῦ κινδυνεύοντας δρομαῖοι παρῆσαν ἐπὶ τὴν βοήϑειαν, ὁ δὲ Διονύσιος ἀϑρόᾳ τῇ δυνάμει περιχυϑεὶς τόν ϑ᾽ Ἕλωριν καὶ τοὺς μετ᾽ αὐτοῦ γενναίως ἀγωνισαμένους σχεδὸν ἅπαντας ἀνεῖλε. τῶν δ᾽ Ἰταλιωτῶν σποράδην διὰ τὴν σπουδὴν ἐκβοηϑούντων, οἱ Σικελιῶται τὰς τάξεις διαφυλάττοντες ῥᾳδίως τῶν πολεμίων περιεγίνοντο. οὐ μὴν ἀλλ᾽ ἐπὶ μέν τινὰ χρόνον οἱ κατὰ τὴν Ἰταλίαν Ἕλληνες ὑπέμενον τὸν κίνδυνον, καίπερ ἑαυτῶν πολλοὺς ὁρῶντες ἀναιρουμένους· ὡς δὲ τὴν τοῦ στρατηγοῦ τελευτὴν ἐπύϑοντο καὶ διὰ τὸν ϑόρυβον ἀλλήλοις ἐμπίπτοντες ἠλαττοῦντο μεγάλως, τότε δὴ τελέως ἀϑυμήσαντες ἐτράπησαν. πολλῶν δ᾽ ἀναιρουμένων ἐν τῇ κατὰ τὸ πεδίον τροπῇ, κατέ-

Note a pie di pagina

1 18 ἅπαντας A, πάντας c

2 24 ἀναιρουμένους ὁρῶντες c-A

3 27 δὴ Eich., δὲ o