Textus Originalis
338 DIODOR. XIV 105—107.
φυγε τὸ πλῆϑος ἐπί τινα λόφον, ἐρυμνὸν ὄντα πρὸς τὴν πολιορκίαν, ἄνυδρον δὲ καὶ δυνάμενον ῥᾳδίως ὑπὸ τῶν πολεμίων φυλάττεσϑαι. ὃν ὁ Διονύσιος περιστρατοπεδεύσας τήν τε ἡμέραν ἐκείνην καὶ τὴν νύκτα διηγρύπνησεν ἐν τοῖς ὅπλοις, ἐπιμελῶς ταῖς φυλακαῖς χρησάμενος. τῇ δ᾽ ὑστεραίᾳ διὰ τὸ καῦμα καὶ τὴν ἀνυδρίαν οἱ συμπεφευγότες κακῶς ἀπήλλαττον. ἐπικηρυκευσαμένων δ᾽ αὐτῶν πρὸς τὸν Διονύσιον καὶ παρακαλούντων λύτρα πράξασϑαι, οὐ μέτριος ἐν τοῖς εὐημερήμασι γενόμενος προσέταττεν ἀποϑέσϑαι τὰ ὅπλα καὶ σφᾶς αὐτοὺς ἐγχειρίσαι τῷ κρατοῦντι. σκληροῦ δὲ τοῦ προστάγματος ὄντος, μέχρι μέν τινος διεκαρτέρουν· ὡς δ᾽ ὑπὸ τῆς φυσικῆς ἀνάγκης κατεβαροῦντο, παρέδωκαν αὑτοὺς περὶ ὀγδόην ὥραν, ἤδη τὰ σώματα παρειμένοι. Διονύσιος δὲ λαβὼν ῥάβδον καὶ πατάξας ἐπὶ τοῦ ἐδάφους ἠρίϑμει τοὺς καταβαίνοντας αἰχμαλώτους, ὄντας πλείους τῶν μυρίων. καὶ πάντων αὐτοῦ ὑποπτευόντων τὸ ϑηριῶδες, τοὐναντίον ἐφάνη πάντων ἐπιεικέστατος· τούς τε γὰρ αἰχμαλώτους ἀφῆκεν αὐτεξουσίους χωρὶς λύτρων καὶ πρὸς τὰς πλείστας τῶν πόλεων εἰρήνην συνϑέμενος ἀφῆκεν αὐτονόμους. ἐπὶ δὲ τούτοις ἐπαίνου τυχὼν ὑπὸ τῶν εὖ παϑόντων χρυσοῖς στεφάνοις ἐτιμήϑη, καὶ σχεδὸν τοῦτ᾽ ἔδοξε πρᾶξαι ἐν τῷ βίῳ κάλλιστον.
Note a pie di pagina
1 1 ἐρυμνὸν] adde μὲν
2 2 τὴν πολιορκίαν K, τῇ πολιορκίᾳ c ἀπηλλάττοντο v, corr. Dind.
3 9 οὐ μετρίως v, τότε μέτριος Rhod., οὗτος μέτριος Dind.; ὡς μετέωρος ἐπὶ Wurm
4 12 προστάγματος Wess. πράγματος v
5 16 ἐδάφους Reiske, λόφου v
6 18 ὑποπτευόντων αὐτοῦ malim
7 20 αὐτεξουσίους] αὐτοὺς A, om. cod. Peirescian.
8 25 πρᾶξαι Dind., πράξειν A et Peir, πράττειν c